1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

21

ἑκάτερα τὰ Περσῶν ὅρια ἐπὶ μακρότατον 2.4.3 ξυμβαίνει εἶναι. ὅπερ μοι κατ' ἀρχὰς ἀγαμένῳ καὶ τῶν ἐπιχωρίων ἀναπυνθανομένῳ ὅντινα τρόπον Ῥωμαίοις προσήκουσα ὁδός τε καὶ χώρα γῆν ἑκατέρωθι τὴν πολεμίαν διακεκλήρωται, ἀπήγγελλόν τινες ὡς εἴη μὲν Περσῶν τὸ χωρίον ποτέ, δεομένῳ δὲ τῷ Περσῶν βασιλεῖ τῶν τις Ῥωμαίων αὐτοκρατόρων ἀμπέλοις τινὰ κατακορῆ κώμην ἐπὶ Μαρτυροπόλεως οὖσαν δώσειε, τοῦτο 2.4.4 δὴ αὐτῆς τὸ χωρίον ἀνταλλαξάμενος. τὸ μὲν οὖν Ῥάβδιος ἐπὶ πετρῶν οἰκεῖται ἀποτόμων τε καὶ ὅλως ἀγρίων, 2.4.5 αἵπερ ἐνταῦθα ἐπανεστήκασι θαυμάσιον ὅσον. ἔνερθεν δὲ αὐτοῦ χωρίον ἐστίν, ὅπερ καλοῦσι Ῥωμαίων ἀγρόν, ἀγασθέντες, οἶμαι, τὸ ἐξ ἀρχῆς, ὅτι δὴ ἐν μέσῳ χωρίων 2.4.6 Περσικῶν κείμενον Ῥωμαίοις προσήκει. οὗτος δὲ ὁ Ῥωμαίων ἀγρὸς κεῖται μὲν τῆς γῆς ἐν ὑπτίῳ, ἀγαθῶν 2.4.7 δέ ἐστι τῶν ἐν τοῖς ληίοις κομιδῇ εὔπορος. τεκμηριώσειε δ' ἄν τις καὶ τοῖσδε, ὅτι δὴ πανταχόθεν τὸν χῶρον περιβάλλουσι τὰ Περσῶν ὅρια. 2.4.8 Πόλισμά ἐστιν ἐν Πέρσαις ἐπιφανὲς ἄγαν, ὄνομα Σισαυράνων, ὅπερ ποτὲ Ἰουστινιανὸς βασιλεὺς ἐξελὼν ἐς ἔδαφος καθεῖλεν, ὅμιλον πολὺν τῶν ἐν Πέρσαις ἱππέων ξὺν Βλησχάμῃ τῷ σφῶν ἡγεμόνι δορυαλώτους πεποιη2.4.9 μένος. τοῦτο πόλεως μὲν ∆άρας ὁδῷ ἡμέραιν διέχει δυοῖν εὐζώνῳ ἀνδρί· τούτου δὲ τοῦ Ῥάβδιος σημείοις 2.4.10 διέστηκε τρισὶ μάλιστα. πρότερον μὲν οὖν ἀφύλακτός τε ἦν ὁ χῶρος ὅδε καὶ Ῥωμαίοις παντελῶς ἄσημος. οὐκοῦν οὔτε φρουρᾶς οὔτε ὀχυρώματος οὔτε ἄλλου ὅτουοῦν ἀγα2.4.11 θοῦ πρὸς αὐτῶν ἔλαχε πώποτε. Πέρσαις ἀμέλει οἱ τὸν ἀγρὸν γεωργοῦντες, οὗπερ ἐπεμνήσθην ἀρτίως, ὥσπερ ἄλλο τι ἀγγαροφοροῦντες, πεντήκοντα ἐπετείους χρυσοῦς ἔφερον Πέρσαις, ἐφ' ᾧ ἀδεέστερον κεκτήσονται τὰ αὑτῶν ἴδια καὶ καρπῶν δύνωνται τῶν τῇδε φυομένων 2.4.12 ὀνίνασθαι. βασιλεὺς δὲ Ἰουστινιανὸς ἅπαντα αὐτοῖς μεταπεφυκέναι διεσκευάσατο. τειχίσματι γὰρ τὸ Ῥάβδιος περιβαλὼν κατὰ τῶν πετρῶν τὴν ὑπερβολήν, αἵπερ ἐκείνῃ ἀνέχουσιν, ἀπρόσοδον αὐτὸ τοῖς πολεμίοις πεποίηται τὸ 2.4.13 χωρίον, δηλονότι ξυλλαμβανούσης τῆς φύσεως. ἐπεὶ δὲ ὕδατος οἱ τῇδε ᾠκημένοι ἐσπάνιζον, ἐν τῇ τῶν σκοπέλων ἀκρωρείᾳ πηγῆς ὡς ἥκιστα οὔσης, ταμιεῖά τε ὑδάτων εἰργάσατο δύο καὶ τὰς ἐκείνῃ πέτρας πολλαχῇ διορύξας παμπληθεῖς ὑδάτων θησαυροὺς διεπράξατο εἶναι, ὅπως δὴ ξυρρεόντων ὑετίων ἐνταῦθα ὑδάτων ἀδεέστερον αὐτοῖς οἱ τῇδε ἄνθρωποι δύνωνται χρῆσθαι, ὡς μὴ τοῦ ὕδατος πιεζόμενοι τῇ ἀπορίᾳ εὐάλωτοι εἶεν. 2.4.14 Καὶ τὰ ἄλλα δὲ φρούρια πάντα ἐν ὄρει κείμενα, ἅπερ ἐνθένδε τε καὶ ἐκ ∆άρας πόλεως ἄχρι ἐς Ἄμιδαν διήκειν ξυμβαίνει, τό τε Κιφὰς καὶ Σαυρὰς καὶ Μάργδις τε καὶ Λούρνης τό τε Ἰδριφθὸν καὶ Ἀταχὰς καὶ Σίφριός τε καὶῬιπαλθὰς καὶ Βανασυμέων, ἔτι μέντοι καὶ Σινὰς καὶ Ῥάσιος, καὶ ∆αβανάς, καὶ ὅσα ἄλλα ἐνταῦθα ἐκ παλαιοῦ ἐστι, γελοιότατα δῆθεν τῷ σχήματι ἀποτεθριγκωμένα τὸ πρότερον ἀνοικοδομησάμενος σὺν τῷ ἀσφαλεῖ ἔς τε τὸ νῦν φαινόμενον κάλλος τε καὶ ὀχύρωμα μεταθέμενος ἀνάλωτα εἶναι καὶ προβεβλῆσθαι Ῥωμαίων τῆς γῆς βεβαιότατα 2.4.15 κατεστήσατο. ἐνταῦθα ὄρος οὐρανόμηκες ἀποκρέμαται, 2.4.16 ἀπόκρημνόν τε καὶ προσελθεῖν ἀμήχανον ὅλως. ἐν πεδίῳ δὲ ὑπόκειται χώρα γεώδης τε καὶ μαλθακὴ λίαν, ἀγαθὴ μὲν ἀρόσαι, θρέμμασι δὲ ἀτεχνῶς εὔνομος. ἐπι2.4.17 εικῶς γὰρ τῇ πόᾳ χλοάζει. παμπληθεῖς δὲ κῶμαι παρὰ τοὺς πρόποδας τοῦ ὄρους εἰσίν. οἰκοῦσί τε αὐτὰς ἄνθρωποι τὰ μὲν ἐς κτῆσιν τῶν ἐπιτηδείων εὐδαίμονες, 2.4.18 εὐάλωτοι δέ, εἴ τις προσίοι. ὅπερ αὐτοῖς ἐπηνώρθωσεν Ἰουστινιανὸς βασιλεύς, φρούριον ἐπὶ τοῦ ὄρους τῇ ἀκρωνυχίᾳ δειμάμενος, ἵνα δὴ τὰ σφίσιν ἐναποθέμενοι τιμιώτατα, ἐπειδὰν προσίοιεν οἱ πολέμιοι, ἀνατρέχοντες δια2.4.19 σώζωνται· Βασιλέων δὲ τὸ φρούριον ἐπωνόμασται. καὶ μὴν καὶ τὰ ἀμφὶ πόλιν Ἄμιδαν φρούρια, πηλῷ τε περιβεβλημένα καὶ τοῖς πολεμίοις βάσιμα παντάπασιν ὄντα, ἐς τὸ ἀκριβὲς ἀνοικοδομησάμενος ἅπαντα ἐς τῆς ἀσφα2.4.20 λείας τὸ ἀκριβέστατον μετεστήσατο. ἐν οἷς τό τε Ἀπάδνας καὶ τὸ Βιρθὸν πολίχνιόν ἐστιν.