21
πλάνην. Καὶ περὶ μὲν τὴν τῶν ὅλων ἀρχὴν συμφωνοῦσιν ἡμῖν. Ἕνα γὰρ ἀγέννητον λέ γουσι, καὶ τοῦτον τῶν ἁπάντων καλοῦσι ∆ημιουργόν. Χριστὸν δὲ οὐχ ἕνα λέγουσιν, ἀλλὰ τὸν μὲν ἄνω, τὸν δὲ κάτω· καὶ τοῦτον πάλαι πολλοῖς ἐνῳκηκέναι, ὕστε ρον δὲ κατεληλυθέναι· τὸν δὲ Ἰησοῦν ποτὲ μὲν ἐκ τοῦ Θεοῦ εἶναί φησι, ποτὲ δὲ πνεῦμα καλεῖ, ποτὲ δὲ παρθένον ἐσχηκέναι μητέρα. Ἐν ἄλλοις δὲ συγγράμ μασιν οὐδὲ τοῦτο. Καὶ τοῦτον δὲ πάλιν μετενσωμα τοῦσθαι, καὶ εἰς ἄλλα ἰέναι σώματα λέγει, καὶ καθ' ἕκαστον καιρὸν διαφόρως δείκνυσθαι. Ἐπῳδαῖς δὲ καὶ δαιμόνων ἐπικλήσεσι καὶ οὗτοι κέχρηνται, καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. Ἀστρο λογίαν δὲ, καὶ μαγικὴν, καὶ μαθηματικὴν ἠσπά ζοντο πλάνην, καὶ Προγνωστικοὺς ἑαυτοὺς προσηγό ρευον. Τὸν δὲ Ἀπόστολον παντελῶς ἠρνήθησαν· καὶ βίβλον δέ τινα συντεθείκασιν, ἣν ἐκ τῶν οὐρανῶν ἔφασαν πεπτωκέναι. Ταύτης τὸν ἀκηκοότα ἄφεσιν ἁμαρτιῶν λαμβάνειν παρ' ἣν ὁ Χριστὸς ἐδωρήσατο. Κατὰ ταύτης τῆς αἱρέσεως Ὠριγένης συνέγραψεν ἀληθῶς. Συνεκρότησε δὲ αὐτὴν Ἀλκιβιάδης, ἐξ Ἀπαμείας τῆς Συρίας ὁρμώμενος. Ηʹ. -Περὶ Παύλου τοῦ Σαμοσατέως. Παῦλος δὲ ὁ Σαμοσατεὺς, τῆς μὲν Ἀντιοχέων ἐπίσκοπος ἦν. Ζηνοβίας δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τοπαρχούσης· (Πέρσαι γὰρ Ῥωμαίους νενικηκότες ταύτῃ παρέδοσαν τὴν τῆς Συρίας καὶ Φοινίκης ἡγεμονίαν), εἰς τὴν Ἀρτέμωνος ἐξώκειλεν αἵρε σιν, ταύτῃ νομίζων θεραπεύειν ἐκείνην τὰ Ἰουδαίων φρονοῦσαν. Τοῦτο μαθόντες οἱ τὰς Ἐκκλησίας ἰθύ νοντες, οὐχ ὑπέλαβον ἀκίνδυνον παριδεῖν τοσαύτην νόσον ἕρπειν ἐπειγομένην, καὶ συνεργὸν ἔχουσαν τὴν τῆς μεγίστης πόλεως περιφάνειαν. Καὶ ∆ιονύσιος μὲν ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος ἐν διδασκαλίᾳ γενόμενος, ἀνεβάλετο μὲν τὴν ἐκδη μίαν, διὰ τὴν τοῦ γήρως ἀσθένειαν· διὰ δὲ γραμ μάτων ἐκείνῳ παρῄνεσε τὰ προσήκοντα, καὶ τοὺς συνεληλυθότας ἐπισκόπους εἰς τὸν ὑπὲρ τῆς εὐσε βείας παρέθηξε ζῆλον. Τῶν δὲ συνεληλυθότων ἐπρώ τευον Γρηγόριός τε ὁ μέγας, ὁ περιθρύλλητος, ὁ τὰς παρὰ πάντων ᾀδομένας θαυματουργίας ἐπιτελέσας διὰ τῆς ἐνοικούσης τοῦ Πνεύματος χάριτος, καὶ Ἀθη νόδωρος ὁ ἐκείνου γε ἀδελφὸς, καὶ Φιρμιλιανὸς ὁ Καισαρέων τῆς Καππαδοκίας ἐπίσκοπος, περιφα 83.396 νὴς ἀνὴρ, καὶ γνῶσιν ἑκατέραν ἔχων, καὶ τὴν θύρα θεν, καὶ τὴν θείαν· καὶ πρὸς τούτοις Ἕλενος ὁ τὴν Κιλίκων ἰθύνων μητρόπολιν. Οὗτοι πολλῶν ὄντων τῶν συνεληλυθότων ἡγοῦντο. Καὶ πρῶτον μὲν εἰσ ηγήσεσι καὶ συμβουλαῖς ἐπειράθησαν τῆς κακοδοξίας μεταθεῖναι τὸν Παῦλον. Ἐπειδὴ δὲ ἠρνήθη προ φανῶς ἐκεῖνος μηδὲν τοιοῦτο πεφρονηκέναι, ἀλλὰ τοῖς ἀποστολικοῖς ἔφησεν ἀκολουθεῖν δόγμασιν, ὑμνή σαντες ἐπὶ τῇ συμφωνίᾳ τὸν ∆εσπότην, τὰ σφέτερα κατέλαβον ποίμνια. Χρόνου δὲ διελθόντος, αὖθις ἡ φήμη πανταχόσε διατρέχουσα, ἐμήνυεν ἅπα σι τοῦ Παύλου τὴν ἐκτροπήν. Ἀλλ' οὐδὲ οὕτως οἱ πανεύφημοι ἄνδρες προχείρως εἰς τὴν τοῦ ἀνδρὸς ἐχώρησαν ἐκτομήν· ἀλλὰ πρῶτον μὲν ἐπειράθησαν ἰατρεῦσαι γράμμασι τὴν νόσον· ἐπειδὴ δὲ δυσίατον εἶδον τὸ πάθος, πάλιν τὴν Ἀντιόχειαν προθύμως κατέλαβον, καὶ πάλιν ἤπια προσήνεγκαν φάρμακα, καὶ παραινοῦντες, καὶ παρακαλοῦντες, καὶ τῶν γε γενημένων ἀναμιμνήσκοντες συνθηκῶν. Εἶτα ὁρῶν τες τὸν μὲν ἐξαρνούμενον, τοὺς δὲ κατηγόρους ἐν ισταμένους, καὶ διελέγχειν ὑπισχνουμένους, συνῆλ θον εἰς τὸ συνέδριον. Μαλαχίωνος δέ τινος πρό τερον μὲν σοφιστεύσαντος, ὕστερον δὲ τῇ τοῦ πρε σβυτέρου τιμηθέντος χειροτονίᾳ, τὴν πρὸς τὸν Παῦλον ποιησαμένου διάλεξιν, ἐφωράθη τὸν Χριστὸν ἄν θρωπον λέγων, θείας χάριτος διαφερόντως ἠξιωμέ νον. Τότε τοίνυν αὐτὸν ἐνδίκως τῶν ἱερῶν καταλό γων ἐχώρισαν,