21
ἀνθρώπων εἰδέ ναι τὰ τῆς ἀσεβείας μυστήρια. ζʹ. "Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες." Ἐγυμνώθη γὰρ τῶν οἰκείων ὅπλων, οὐκ ἔχων τῆς ἀσεβείας τοὺς ὑπουργούς· οἱ δὲ σφᾶς αὐτοὺς ἐκείνου καταστήσαντες ὄργανα, οὗ τοι νῦν μεταταξάμενοι τὸν κατ' ἐκείνου πόλεμον ἀνεδέξαντο. Καὶ αἱ πόλεις δὲ, τῆς ἐν αὐταῖς πά λαι πολιτευομένης ἀσεβείας καταλυθείσης, εὐσε βείας τὴν οἰκοδομίαν ἀνεδέξαντο. Τῶν ἀδυνάτων γὰρ ἦν δείμασθαι τὴν εὐσέβειαν μὴ πρότερον καταλύσαντας τὴν ἀσέβειαν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, διδάσκουσα ἡμᾶς ἵν' ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι," καὶ τὰ ἑξῆς. Οὕτως ἕκαστος οὐ πρότερον συνανίσταται τῷ Χριστῷ, πρὶν δέξασθαι τοῦ θανάτου τὴν κοινωνίαν. ∆ιὸ καὶ ὁ θεσπέσιος Παῦλός φησιν· "Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ 80.925 ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀνα στάσεως ἐσόμεθα." Καὶ πάλιν· "Εἰ συναπεθάνο μεν, καὶ συζήσομεν." Οὕτω καὶ τῶν πολεμίων τὴν ἀσέβειαν καταλύσας ᾠκοδόμησε τὴν εὐσέβειαν. "Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου· [ηʹ] καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει." Ἐκεῖ νος μὲν, φησὶν, ἔκδηλον ἅπασι καὶ διαφανῆ λίαν ὑπομεμένηκε τὴν ἀπώλειαν. Τὸ γὰρ, μετ' ἤχου, τοῦτο σημαίνει, ἐκ μεταφορᾶς τῶν ἀπό τινος σεισμοῦ συμπιπτουσῶν οἰκιῶν, καὶ πολὺν ἐργαζομέ νων τὸν κτύπον. Ὁ δέ γε ἡμέτερος, φησὶ, Θεὸς καὶ ∆εσπότης αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασι λείαν ἀνώλεθρον. "Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ· [θʹ] καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιο σύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι." Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κἀν τῷ μέλλοντι τὸ φρικῶδες αὑτοῦ δείξει κριτήριον, πᾶσιν ἀνθρώποις δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ. ιʹ. "Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι." Τὸ, ἐν εὐκαι ρίαις ὁ μὲν Ἀκύλας εἰς καιρὸν, ὁ δὲ Σύμμαχος ἐπικαίρως ἡρμήνευσε. ∆ιδάσκει δὲ ὁ λόγος, ὡς ἐν προσφόρῳ καιρῷ τὴν ἡμετέραν ἐπραγματεύσατο σω τηρίαν. Πένητα γὰρ τῶν ἀνθρώπων τὴν φύσιν ἀποκαλεῖ, διὰ τὴν πολλὴν τῆς παρανομίας πτω χείαν. Τούτου τοῦ καιροῦ τὸ ἐπιτήδειον ὁ μα κάριος διδάσκει Παῦλος· "Ὅτε γὰρ ἦμεν, φησὶ, νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλω μένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπ έστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναι κὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξ αγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν." ιαʹ. "Καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε." Τὸ ἐλπισάτωσαν Ἀκύλας καὶ Σύμμαχος πεποιθήσουσιν εἶπον, ὁριστικῷ ἀντὶ προστακτι κοῦ χρησάμενοι ῥήματι. Ταύτης γὰρ, φησὶ, τῆς σω τηρίας παρὰ σοῦ γενομένης, οἱ ποιητήν σε καὶ Θεὸν μεμαθηκότες εἰς σὲ ἕξουσι τὰς ἐλπίδας. ιβʹ. "Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών." Κατὰ τὴν πάλαι τῶν Ἰουδαίων δόξαν τοῦτο εἴρηκεν ὁ προφήτης· μεμαθήκαμεν δ' ὅμως ἐκ τῆς ἀποστολικῆς διδασκαλίας, καὶ ἐπουράνιον εἶναι Σιών. "Προσεληλύθατε γὰρ, φησὶ, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ." - "Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα 80.928 αὐτοῦ." Τὰ ἐπιτηδεύματα ὁ Σύμμαχος μηχα νὰς εἶπεν, ὁ δὲ Ἀκύλας ἐναλλαγάς. Τῷ ὄντι γὰρ ἐναλλαγὴ μεγίστη πραγμάτων ἐγένετο. Οἱ πάλαι ἐχθροὶ φίλοι, οἱ μακρὰν ἐγγὺς, οἱ δοῦλοι υἱοὶ, οἱ ἐν ἀγνοίᾳ ἐν γνώσει, ἐν φωτὶ οἱ ἐν σκότῳ, ἐν ἐλ πίδι ζωῆς οἱ νεκροὶ, οἱ πτωχοὶ κληρονόμοι τῆς βα σιλείας τῶν οὐρανῶν· Ἰουδαῖοι πόῤῥω, καὶ τὰ ἔθνη πλησίον· οἱ υἱοὶ κύνες, καὶ οἱ κύνες υἱοί· καὶ αἱ μηχαναὶ δὲ τοῦ Σωτῆρος θεοπρεπεῖς. Ἀθανασία γὰρ διὰ θνητότητος ἐδωρήθη, καὶ διὰ θανάτου ζωὴ, δι' ἀτιμίας τιμὴ, εὐλογία διὰ κατάρας, διὰ σταυροῦ σωτηρία. Ταῦτα τὰ μηχανήματα, ταῦτα τοῦ Θεοῦ ἡμῶν τὰ ἐπιτηδεύματα. ιγʹ. "Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. "Ὁ πάντα, φησὶν, ἐφορῶν, καὶ ἀκριβῶς ἐκζητῶν τὰ γινόμενα, εἶδε τὰς τολμωμένας ὑπὸ τοῦ διαβόλου