21
τῇ μάνδρᾳ αὐτοῦ. ὥσπερ δὲ οὐ θέμις, ὃν δεσμοῖ οἰκεῖον μαθητὴν ἡ ἁγιωσύνη σου, λύειν τινὰ τὸ καθόλου (παρανομίας γὰρ τοῦτο ἔργον καὶ ἐκ ψήφου κοινοῦ τῆς ὅλης ἐκκλησίας καταδίκη ὁμοιοπαθείας), οὕτω πάντως οὐδὲ πρὸς τὴν ἡμετέραν ἐξουσίαν, ἣν ἀναξίως δέδωκεν ἡμῖν ὁ Κύριος, οὐκ εἰς καθαίρεσιν ἀλλ' οἰκοδομὴν ψυχῶν ἐπιβάλλει ἑαυτὴν ἡ ἁγιωσύνη σου· φρικτὸν γὰρ τὸ κρίμα. διὰ τοῦτο, παρακα λοῦμεν, πάντως γε τὸ πνευματικὸν ἡμῶν τέκνον παραδώσει τοῖς ἀδελφοῖς, εὐχομένη ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀδιαλείπτως.
15 {1Θεοδούλῳ κιονίτῃ}1
Ἐκ χρόνου πολλοῦ ἐπιθυμίαν ἔχοντι ἕως τοῦ παρόντος, ἁγιώτατέ μου πάτερ,
ἐλθεῖν καὶ κομίσασθαί σου τὰς ἁγίας εὐχὰς οὐκ ἐξεγένετό μοι ὁδὸς πάντως διὰ τὰς ἁμαρτίας μου, ὥσπερ καὶ νῦν. διὸ ἠναγκάσθην ἀποστεῖλαι τὸν ἀδελφὸν ἡμῶν τὸν Καλόγηρον, ἀναπληροῦντα τῆς ταπεινώσεως ἡμῶν τὴν ἀπουσίαν· ἐπεὶ καὶ ἡμεῖς ἐλευσόμεθα προσκυνήσοντες τὰ τίμιά σου ἴχνη, θεοῦ εὐοδοῦντος. Σύγγνωθι δέ μοι, πάτερ, ὃ μέλλω λέγειν, ὅτι ἐν ἁπλότητί ἐστι καὶ ἐξ ἀγάπης εἰλικρινοῦς καὶ ἐκ τοῦ ἐφίεσθαί με τὸ ἀμώμητον τῆς πολιτείας σου. τινὲς ὑπέκρουσαν ὡς ἐπιστάμενοί με γνήσιόν σου εἶναι καὶ ὁμόψυχον τέκνον καὶ φίλον, ὄντες καὶ αὐτοὶ φίλοι διαφερόντως, ὅτι παρὰ τὸ δέον πράττει ἡ ἁγιωσύνη σου· κἀμοῦ πρὸς τοῦτο δυσχεράναντος καὶ ἐνισταμένου καὶ ἐπιφθεγγομένου τὰ μέγιστα κατορθώματα τοῦ ὑψηλοῦ σου βίου συνείροντό μοι ἐν τούτῳ. πρὸς δὲ ῥήματά τινα καὶ πράγματα καταιτιῶντο· καί, ἵνα ἓν εἴπω, ἔφασαν ὅτι "ἀγγέλους ἀνιστόρησεν, καὶ τούτους ἰσότυπον τοῦ Χριστοῦ ἐν τοῖς φεγγίοις ἐσταυρωμένους, αὐτὸν δὲ τὸν Χριστὸν καὶ τοὺς ἀγγέλους γηραλέους". καὶ πολλὰ πρὸς τοῦτο φιλοπευστῶν οὐκ ἠδυνήθην αὐτοῖς ἀντιφθέγξασθαι· εἴροντο γὰρ ξένον τι καὶ ἀλλότριον τῆς παραδόσεως τῆς ἐκκλησίας εἰργάσθαι καὶ πάντως οὐχ ὑπὸ θεοῦ ἀλλ' ὑπὸ τοῦ ἐναντίου εἶναι τὸ πρᾶγμα, ἐπὰν ἐν τοσούτοις ἔτεσιν καὶ τοσούτοις θεοφόροις καὶ ἁγίοις πατράσιν οὐχ ὑποδειγματίσθη τοῦτο τὸ ἰδίωμα. τὸ γὰρ νῦν καινοτομούμενον, κἂν ἐξ ἀγγέλου ἐστίν, ἀσφαλίζεται ἡμᾶς ὁ ἀπόστολος μὴ δέχεσθαι, λέγων που, κἂν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος εὐαγγελίζεται (προσθήσω, καὶ παραδίδωσιν) παρ' ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω. Τί οὖν, πάτερ μου ἅγιε, πρὸς ταῦτα φῆσαι οὐκ ἔχω· καὶ τῇ ἀπορίᾳ συνεχόμενος ἠναγκάσθην γράψαι σοι, ἵνα ἀπολύσωμεν ἑαυτοὺς πάσης βλάβης πρὸς τοὺς ἐν λόγῳ ἐγκαλοῦντας καὶ ὡς ἐκ πάσης τῆς ἐκκλησίας. καὶ διὰ τὸν θεὸν δέξαι με ὡς τέκνον σου, πονοῦντα ὑπὲρ σοῦ καὶ ἡγούμενον τὴν δόξαν σου δόξαν μου καὶ μὴ θέλοντα ἀκούειν μῶμόν σου ἔν τινι, τοῦ ὄντως ἀμωμήτως βιοτεύοντος. φώτισον, ὁδήγησον, ἐπάκουσον, πρόσσχες, ἐπίστησον, λῦσον πάσης διχονοίας τοὺς ὁρῶντάς σου τὸν ὑψηλὸν βίον.
16 {1Νικηφόρῳ βασιλεῖ}1
Ἔμελλεν ὁ ἀγαθὸς θεὸς ἡμῶν, τῆς ἑαυτοῦ ἐκκλησίας φροντίζων, τὴν
ὑμετέραν εὐσέβειαν ἐπὶ τῆς παρούσης γενεᾶς προστήσασθαι βασιλεύειν τῶν Χριστιανῶν, ἵνα μὴ μόνον ἡ κοσμικὴ ἀρχὴ εὖ διατεθῇ, κακῶς διακειμένη, ἀλλὰ καὶ ἡ κατὰ τὴν ἐκκλησίαν ἡγεμονία, εἴ τι ἐνδεῶς ἔχει, ἀνορθωθείη καὶ νέον πως φύραμα γένηται ἐν ἀμφοτέραις· ὅπερ τῇ αὐτοῦ χάριτι κατώρθωκεν ἐν τῷ ἑνὶ μέρει ἡ φιλόχριστος ὑμῶν βασιλεία, ἀλλὰ καὶ ἔτι κατορθώσειεν, ταῖς ἄνωθεν ῥοπαῖς δυναμουμένη. λειπόμενον οὖν ἐστιν ἄρτι καὶ τὸ ἕτερον τῆς ἴσης ἀπολαῦσαι