21
τὴν καὶ Κωνσταντίαν. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἰούλιος ὁ πάπας ἐν Ῥώμῃ ἐκοιμήθη, καὶἐχειροτονήθη ἀντ' αὐτοῦ Λιβέριος, ἀνὴρ τὰ πάντα θαυμαστὸς καὶ ὀρθόδοξος. οἱ δὲ Ἀρειανοὶ τὸν βασιλέα κατὰ Ἀθανασίου οὕτω παρέπεισαν, ὡς κεφαλικὴν αὐτοῦ τιμωρίαν καταψηφίσασθαι. ἀλλὰ καὶ τότε φυγῇ ὁ ἅγιος τὴν σωτηρίαν ἐπραγματεύσατο. Κόσμου ἔτη εωνʹ. Τῆς θείας σαρκώσεως ἔτη τνʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. κβʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. νϛʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λβʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει σεισμοῦ μεγάλου γενομένου ἐν Νικομηδείᾳ περὶ ὥραν τρίτην νυκτερινὴν τὴν πόλιν κατέβαλε καὶ πλήθη πολλὰ διέφθειρεν· συναπώλετο δὲ καὶ ὁ ἐπίσκοπος τῆς πόλεως Κεκρόπιος. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. κγʹ. νζʹ. ζʹ. βʹ. εʹ. λγʹ. αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐδόξιος, ἐκβληθέντος Μακεδονίου. κδʹ. νηʹ. ηʹ. αʹ. ϛʹ. λδʹ. βʹ. 46 Μακεδονίου τοίνυν τυραννικῶς τὸν θρόνον Κωνσταντινουπόλεως κατέχοντος, μετήγαγε τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ἅγιον Ἀκάκιον ἀπὸ τῶν ἁγίων ἀποστόλων πτῶσιν προφασιζόμενος τοῦ ναοῦ. τοῦ δὲ λαοῦ κωλύοντος, φόνος γέγονε πολύς, ὥστε πληρωθῆναι τὸ φρέαρ καὶ τὴν αὐλὴν τοῦ μαρτυρίου αἱμάτων καὶ τὰς περικειμένας πλατείας· ὅπερ γνοὺς ὁ Κωνστάντιος ἠγανάκτησε κατὰ Μακεδονίου, καὶ τοῦτον καθαιρεθῆναι κελεύσας Εὐδόξιον ἀντεκατέστησεν, μείζονι κακῷ μέγα κακὸν ἀμειψάμενος. Τούτῳ τῷ ἔτει Πέρσαι τὸ Βεδζάβδη καλούμενον παρέλαβον κάστρον. Κωνστάντιος δὲ ἀκηκοώς, ὅτι Ἰουλιανὸς ἐν Γαλλίαις ἐν πολέμοις εὐδοκιμήσας ὑπὸ τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη, ἐν Ἀντιοχείᾳ διάγων διὰ τὸν Περσικὸν πόλεμον, ἐξώρμησε κατὰ Ἰουλιανοῦ τοῦ τυράννου· καὶ ἐλθὼν ἐν Μαμψουκρήναις, πρώτῃ μονῇ ἀπὸ Ταρσοῦ τῆς Κιλικίας, ἐτελεύτησε μηνὶ ∆ίῳ γʹ, πολλὰ τῆς ἑαυτοῦ ἀνοίας καταγνούς. ἐβαπτίσθη δὲ τότε εἰς Ἀντιόχειαν ὑπὸ Εὐζωΐου τοῦ Ἀρειανοῦ, τοῦ καθολικοῦ κοσμικοῦ ἔτους εωνβʹ, τῆς δὲ ιαʹ περιόδου φλβʹ, ἀρχομένης τῆς ιβʹ. τότε λοιπὸν Ἰουλιανὸς μονοκράτωρ γενόμενος ἀναιδῶς ἑλλήνιζεν, αἵματι θυσιῶν τὸ ἅγιον βάπτισμα ἀποπλυνάμενος καὶ πάντα ποιῶν, ὅσοις οἱ δαίμονες θεραπεύονται. Κόσμου ἔτη εωνγʹ. Τῆς θείας σαρκώσεως ἔτη τνγʹ. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς ἔτη γʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. νθʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λεʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβάτης μοναρχήσας διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν. ἐπαρθεὶς γὰρ τῇ τῶν βαρβάρων νίκῃ, ἑαυτῷ τὸ κράτος ἐπιστρέψας καὶ διάδημα περιθέμενος 47 πρὸ τῆς Κωνσταντίου τελευτῆς εἰς ἑλληνισμὸν ἀναιδῶς ἐξετράπη. ὅπερ Κωνστάντιος πλεῖστα μεταμελούμενος ἀπέδωκε τὸ πνεῦμα ἐπί τε τῷ τοῦ γένους φόνῳ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως καὶ τῇ ἀναρρήσει τοῦ ἀποστάτου. Ἰουλιανοῦ δὲ τοῦ ἀποστάτου θείοις κρίμασι μονοκρατορήσαντος, παντοδαποὶ θεήλατοι ὀργαὶ τὴν Ῥωμαίων γῆν κατειλήφασιν. θέλων δεῖξαι τὸν Κωνστάντιον ἄδικον καὶ ἀπάνθρωπον, ὑποκρινόμενος δικαιοσύνην ὁ παράνομος τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο, Εὐσέβιον δέ, τὸν πρῶτον τῶν βασιλικῶν εὐνούχων, ἀνεῖλεν ὡς δῆθεν ἄδικον. ἐδίωξε δὲ καὶ τοὺς ἄλλους εὐνούχους τοῦ παλατίου διὰ τὸ ἀποβαλεῖν τὴν γαμετήν, ἣν συνῆψεν αὐτῷ Κωνστάντιος ἀδελφὴν ἑαυτοῦ· ὁμοίως καὶ μαγείρους διὰ τὸ λιτὸν τῆς διαίτης καὶ κουρίσκους διὰ τὸ ἕνα πολλοῖς ἀρκεῖν, ὡς ἔλεγεν. τοῦ δὲ δημοσίου δρόμου τάς τε καμήλους καὶ ὄνους, βόας καὶ ἡμιόνους ἐξέβαλεν, μόνους ἵππους συγχωρήσας ὑπουργεῖν διὰ πολλὴν φιλαργυρίαν ἧς δοῦλος ἦν, ὡς πρὸς τῆς