ΤOΥ AΥΤOΥ ΠEΡI AΝAΣΤAΣEΩΣ ΝEΚΡΩΝ

 τατον ὅτι ταῦτα πάσχουσιν οὐδ' ἡντιναοῦν ἔχοντες ἐκ τῶν πραγμάτων ἀπιστίας ἀφορμὴν οὐδ' αἰτίαν εὑρίσκοντες εἰπεῖν εὔλογον, δι' ἣν ἀπιστοῦσιν ἢ διαπορο

 Τὸ ἀδύνατόν τινι γινώσκεται κατ' ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ μὴ γινώσκειν τὸ γενησόμενον ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγ

 Καὶ μὴν καὶ τὴν δύναμιν ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. εἰ γὰρ μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐπο

 Oὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις ἢ ποταμοῖς δυσθανάτων ἰχθύσιν γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνῃσκόντων ἢ κατ' ἄλλην τι

 Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργήσαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν, ἑκάστου ζῴου φύσει καὶ γένε

 Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζῴοις τῆς φυσικῆς διαφορᾶς καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζῴων καὶ τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένη

 Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφὴν (προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν, διακρίνεσθαι καὶ μεταβάλλειν εἰ

 Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζῴῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων μόνην δὲ τὴν εἰς γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ' ἄλλ

 Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησιμωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργ

 Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ' αὐ

 Eἰ δὲ διὰ τῶν κατὰ φύσιν πρώτων καὶ τῶν τούτοις ἑπομένων δέδεικται τῶν ἐξητασμένων ἕκαστον, εὔδηλον ὅτι καὶ δυνατὸν καὶ βουλητὸν καὶ ἄξιον τοῦ δημιουρ

 Ἔστι δὲ ὁ μὲν ἀπὸ τῆς αἰτίας λόγος, ἐὰν ἐπισκοπῶμεν πότερον ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἢ τινὸς ἕνεκεν· εἰ δὲ τινὸς ἕνεκεν, πότερον ἐπὶ τῷ γενόμε

 Ἐπὶ δὲ τούτοις τεθαρρηκότες οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ' ἐνδείας καὶ φθορᾶς ζωὴν στέργομεν ὡς τῷ παρ

 Ἡ τῶν τῆς ἀληθείας δογμάτων ἢ τῶν ὁπωσοῦν εἰς ἐξέτασιν προβαλλομένων ἀπόδειξις τὴν ἀπλανῆ τοῖς λεγομένοις ἐπιφέρουσα πίστιν οὐκ ἔξωθέν ποθεν ἔχει τὴν

 Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασιν

 Ξενιζέσθω δὲ μηδεὶς εἰ τὴν θανάτῳ καὶ φθορᾷ διακοπτομένην ζωὴν ὀνομάζομεν διαμονήν, λογιζόμενος ὡς οὐχ εἷς τοῦ προσρήματος ὁ λόγος, οὐχ ἓν τῆς διαμονῆ

 αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονὴν, ποτ

 Τῶν πρῴην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς

 Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ' ὅπως ἐκπίπτοντας, τοιούτοις χ

 Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν ἡ ψυχὴ καθ' ἑαυτὴν ἄλυτος ἀσκέδ

 Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ το

 Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν

 Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον, τὸ τοὺς μὲν θεσπισθέντας νόμους ἐπ' ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρανόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας

 Ἐξητασμένων δὲ ποσῶς τῶν προτεθέντων ὑπόλοιπον ἂν εἴη καὶ τὸν ἀπὸ τοῦ τέλους διασκέψασθαι λόγον, ἤδη μὲν τοῖς εἰρημένοις ἐμφαινόμενον, τοσαύτης δὲ μόν

 οὐ μὴν οὐδὲ μακαριότης ψυχῆς κεχωρισμένης σώματος· οὐδὲ γὰρ τὴν θατέρου τούτων ἐξ ὧν συνέστηκεν ἄνθρωπος ἐσκοποῦμεν ζωὴν ἢ τέλος, ἀλλὰ τοῦ συνεστῶτος

Chapter XX.—Man Must Be Possessed Both of a Body and Soul Hereafter, that the Judgment Passed Upon Him May Be Just.

For either death is the entire extinction of life, the soul being dissolved and corrupted along with the body, or the soul remains by itself, incapable of dissolution, of dispersion, of corruption, whilst the body is corrupted and dissolved, retaining no longer any remembrance of past actions, nor sense of what it experienced in connection with the soul. If the life of men is to be utterly extinguished, it is manifest there will be no care for men who are not living, no judgment respecting those who have lived in virtue or in vice; but there will rush in again upon us whatever belongs to a lawless life, and the swarm of absurdities which follow from it, and that which is the summit of this lawlessness—atheism. But if the body were to be corrupted, and each of the dissolved particles to pass to its kindred element, yet the soul to remain by itself as immortal, neither on this supposition would any judgment on the soul take place, since there would be an absence of equity: for it is unlawful to suspect that any judgment can proceed out of God and from God which is wanting in equity. Yet equity is wanting to the judgment, if the being is not preserved in existence who practiced righteousness or lawlessness: for that which practiced each of the things in life on which the judgment is passed was man, not soul by itself. To sum up all in a word, this view will in no case consist with equity.

Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν ἡ ψυχὴ καθ' ἑαυτὴν ἄλυτος ἀσκέδαστος ἀδιάφθορος, φθείρεται δὲ καὶ διαλύεται τὸ σῶμα, οὐδεμίαν ἔτι σῷζον οὔτε μνήμην τῶν εἰργασμένων οὔτ' αἴσθησιν τῶν ἐπ' αὐτῇ παθημάτων. σβεννυμένης μὲν γὰρ παντελῶς τῆς τῶν ἀνθρώπων ζωῆς, οὐδεμία φανήσεται τῶν ἀνθρώπων οὐ ζώντων φροντίς, οὐ τῶν κατ' ἀρετὴν ἢ κακίαν βεβιωκότων [ἡ] κρίσις, ἐπεισκυκληθήσεται δὲ πάλιν τὰ τῆς ἀνόμου ζωῆς καὶ τῶν ταύτῃ συνεπομένων ἀτόπων τὸ σμῆνος τό τε τῆς ἀνομίας ταύτης κεφάλαιον, ἀθεότης. εἰ δὲ φθείροιτο μὲν τὸ σῶμα καὶ χωροίη πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι δὲ ἡ ψυχὴ καθ' ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ' οὕτως ἕξει χώραν ἡ κατ' αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπεὶ μηδὲ θεμιτὸν ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾗ μὴ πρόσεστι τὸ δίκαιον. οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον μὴ σῳζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ' οἷς ἡ κρίσις, ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ' ἑαυτήν. τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος οὗτος ἐπ' οὐδενὸς φυλάξει τὸ δίκαιον.