1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

22

ἐμφορούμενοι τοῦ ῥοθίου. 6 ἐπῆρ ται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ εὐεπίδρομον οὐδὲ οἶον τοῖς ἐπ' ἄκρου γιγνο μένοις εὐκόλους παρέχειν τὰς καταβάσεις, ἀλλ' ὀλισθηρὸν ὡς τὰ πολλὰ 43 καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. 7 οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν Ῥωμαίων ἐπελευσομένων. 8 αὐτός τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν ἀναλαβόντες τὰ ὅπλα ἐς φάλαγγα καθίσταντο βαθεῖάν τε καὶ ἐπὶ μέγα παρατετα μένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοί τε γὰρ ὡς τάχιστα διεδίδρασκον καὶ τῶν λαφύρων ὁπόσα οἷόν τε ἦν ἐς τὰ ἐχόμενα φρούρια διεκόμισαν.

3. Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὐλδάχ, ᾤοντο γὰρ οὐκ ἀξιόμαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ οἱ Φράγγοι διελύετο μὲν αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γιγνόμενοι καὶ γνωματεύοντες δι εγίγνωσκον ὁπόσων ἐτύγχανον ἀφῃρημένοι. πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴ γε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες ἴοιεν ἀνὰ τὰ πρόσω. 2 καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾷ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ ψαμαθώδη πορείαν ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναίου ὄρους ἐπορεύ θησαν. οὕτω τε ἰθὺ Αἰμιλίας καὶ Ἀλπισκοτίας ἐλθόντες μόλις τὸν Πάδον ἐπεραιοῦντο. 3 καταλαβόντες δὲ Βενετίαν τὴν χώραν ἐς Κένετα τὴν πόλιν κατήκοον σφῶν ἐν τῷ τότε οὖσαν ηὐλίζοντο, αὐτοῦ τε τὸ λοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς ἐλάχιστα ἐκ τῆς λείας ἐλείπετο καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι. 4 ἀλλ' οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχη μάτων ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. 5 καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκα λοῦντες τὸν περικείμενον σφίσιν ἀέρα αἴτιον ἐκεῖνον τοῦ πάθους γεγενῆ σθαι ἡγοῦντο, οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες ἀθρόον ἐς τὸ ἁβροδίαιτον μετεβέβληντο, τὴν τῆς διαίτης 44 παραλλαγὴν ᾐτιῶντο· τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς ξυμφορᾶς οὐ μάλα διενοοῦντο. ἦν δὲ ἄρα οἶμαι ἡ ἀδικία καὶ τὸ περιϋβρί σθαι πρὸς αὐτῶν τά τε θεῖα ἀφειδῶς καὶ ἀνθρώπεια νόμιμα. 6 αὐτὸς δὴ οὖν ὁ στρατηγὸς καὶ μάλα ἔνδηλος ἦν, ὅτι δὴ αὐτὸν θεήλατοι μετῆλ θον ποιναί. παραπλήξ τε γὰρ ἐγεγόνει καὶ ἐλύττα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μυρίος καὶ οἰμωγὰς ἀφίει βαρείας· καὶ νῦν μὲν πρηνής, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν, ἀφρῷ τε πολλῷ τὸ στόμα περιερρεῖτο καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε ἤστην καὶ παρατετραμμένω. 7 ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας κατεβί βρωσκέ γε αὐτὰς ὥσπερ θηρίον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος καὶ κατὰ σμικρὸν ὑποφθινύθων οἰκτρότατα ἀπεβίω. 8 ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδὲν ὅ τι καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι νηφα λέοι γε ὅμως ἀπώλλυντο, ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἑτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς