22
τοῦτο οὔτε ἐπιμελὴς οὔτε μετὰ πίστεως οὔθ' ὅλως δικαία γέγονεν ἡ παρ' ἐκείνων κρίσις. διόπερ οὐδὲ θαρροῦντες οἷς ἐδραματούργησαν οὐδὲ οἷς ἐθρύλησαν κατ' αὐτοῦ, ἀλλὰ καὶ θεωροῦντες, ὡς οὐ δύνανται περὶ τούτων ἀπο δείξεις ἔχειν ἀληθεῖς, παρόντες εἰς τὴν Σερδῶν πόλιν οὐκ ἠθέλησαν εἰς τὴν σύνοδον πάντων 37.5 τῶν ἁγίων ἐπισκόπων ἀπαντῆσαι. ἐκ δὴ τούτου φανερὰ καὶ δικαία καθέστηκεν ἡ κρίσις τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν Ἰουλίου. οὐ γὰρ ἀσκεπτὶ βεβούλευται, ἀλλὰ καὶ μετ' ἐπιμελείας ὥρισεν, ὥστε μηδὲ ὅλως διστάσαι περὶ τῆς κοινωνίας τοῦ ἀδελφοῦ ἡμῶν Ἀθανασίου. εἶχε γὰρ ἐπισκόπων ὀγδοήκοντα ἀληθεῖς μάρτυρας, εἶχε καὶ τοῦτο δίκαιον, ὅτι διὰ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν τῶν πρεσβυτέρων ἑαυτοῦ καὶ διὰ γραμ μάτων μεθώδευσε τοὺς περὶ Εὐσέβιον τοὺς οὐκ ἐπὶ κρίσει, ἀλλ' ἐπὶ βίᾳ μᾶλλον ἐπερειδο μένους. ὅθεν οἱ πανταχοῦ πάντες ἐπίσκοποι τὴν κοινωνίαν Ἀθανασίου ἐβεβαίωσαν διὰ 37.6 τὴν καθαρότητα αὐτοῦ. κἀκεῖνο δὲ ὑμῶν ἡ ἀγάπη συνοράτω. ἐπειδὴ εἰς τὴν ἁγίαν σύνοδον τὴν ἐν Σαρδικῇ συναχθεῖσαν παρεγένετο, τότε δή, καθὰ προείπομεν, καὶ διὰ γραμμάτων καὶ διὰ ἀγράφων ἐντολῶν ὑπεμνήσθησαν οἱ τῆς Ἑῴας καὶ ἐκλήθησαν παρ' ἡμῶν ὥστε παρεῖναι. ἀλλ' ἐκεῖνοι ὑπὸ τῆς συνειδήσεως καταγινωσκόμενοι ἀπρεπέσι χρώμενοι προφάσεσι φυγοδικεῖν ἤρξαντο. ἠξίουν γὰρ τὸν ἀθῶον ὡς ὑπεύθυνον ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἐκβάλλεσθαι οὐ συνορῶντες ὡς ἀπρεπές, μᾶλλον δὲ ἀδύνατον ἦν 37.7 τοῦτο. καὶ τὰ ὑπομνήματα δὲ τὰ ἐν τῷ Μαρεώτῃ γενόμενα ὑπὸ παμπονήρων καὶ ἐξωλεστάτων τινῶν νεωτέρων, οἷς οὐκ ἄν τις ἐπίστευσεν οὐδὲ τὸν τυχόντα βαθμὸν τοῦ κλήρου, συνέστηκε κατὰ μονομέρειαν πεπράχθαι. οὔτε γὰρ ὁ ἀδελφὸς ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος οὔτε Μακάριος ὁ πρεσβύτερος ὁ κατηγορούμενος ὑπ' αὐτῶν παρῆν. καὶ ὅμως ἡ παρ' αὐτῶν ἐρώτησις, μᾶλλον δὲ ὑποβολὴ ἡ γενομένη πάσης αἰσχύνης ἦν μεστή. πῆ μὲν γὰρ ἐθνικοί, πῆ δὲ κατηχούμενοι ἠρωτῶντο, οὐχ ἵνα ἅπερ ἴσασιν εἴπωσιν, ἀλλ' ἵνα 37.8 ἅπερ παρ' αὐτῶν μεμαθήκασι ψεύσωνται. καὶ γὰρ καὶ ὑμῶν τῶν πρεσβυτέρων φροντιζόντων ἐπὶ τῇ ἀπουσίᾳ τοῦ ὑμετέρου ἐπισκόπου καὶ βουλομένων παρεῖναι ἐπὶ τῇ ἐξετάσει καὶ τὴν ἀλήθειαν δεῖξαι καὶ τὰ ψευδῆ διελέγξαι οὐδεὶς λόγος γέγονεν· οὐκ 37.9 ἐπέτρεψαν γὰρ ὑμᾶς παρεῖναι, ἀλλὰ καὶ μεθ' ὕβρεως ἐξέβαλον. καὶ εἰ καὶ τὰ μάλιστα φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τούτων ἡ συκοφαντία, ὅμως ἀναγινωσκομένων τῶν ὑπο μνημάτων εὕρομεν αὐτὸν τὸν παμπόνηρον Ἰσχύραν τὸν ἐπὶ τῇ συκοφαντίᾳ μισθὸν παρ' αὐτῶν λαβόντα τὸ δοκοῦν ὄνομα τῆς ἐπισκοπῆς διελέγχοντα ἑαυτοῦ τὴν συκο φαντίαν. αὐτὸς γὰρ ὁ Ἰσχύρας ἐν αὐτοῖς τοῖς ὑπομνήμασι διελάλησε κατ' ἐκείνην τὴν ὥραν, ἐν ᾗ Μακάριον ἐληλυθέναι εἰς τὸ κελλίον ἑαυτοῦ διεβεβαιοῦτο, νοσοῦντα τότε κατακεῖσθαι ἑαυτόν, καίτοι τῶν περὶ Εὐσέβιον γράψαι τολμησάντων ἑστάναι τότε τὸν Ἰσχύραν καὶ προσφέρειν, ὅτε Μακάριος ἐπέστη.
38.1 Κἀκείνη δὲ πᾶσι φανερὰ καθέστηκεν ἡ συκοφαντία καὶ διαβολή, ἣν ᾐτιάσαντο μετὰ ταῦτα. ἔφασαν γὰρ καὶ κατεβόησαν φόνον δεδρακέναι τὸν Ἀθανάσιον, καὶ [ὡς] Ἀρσένιόν τινα Μελιτιανὸν ἐπίσκοπον ἀνῃρηκέναι, ἐφ' ᾧ προσποιητῷ στεναγμῷ καὶ πεπλασμένοις δάκρυσιν ὑπεκρίνοντο καὶ ἠξίουν τοῦ ζῶντος ὡς τεθνηκότος τὸ σῶμα ἀποδοθῆναι. ἀλλ' οὐκ ἄγνωστα γέγονε τὰ σοφίσματα τούτων. ἔγνωσαν γὰρ ἅπαντες 38.2 ζῆν τὸν ἄνθρωπον καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεσθαι. καὶ ἐπειδὴ ἑώρων ἑαυτοὺς οἱ πρὸς πάντα εὐχερεῖς διελεγχομένους ἐπὶ τοῖς ψεύσμασι τούτοις (αὐτὸς γὰρ ζῶν ὁ Ἀρσένιος ἐδείκνυεν ἑαυτὸν μὴ ἀνῃρῆσθαι μηδὲ τεθνηκέναι), ὅμως οὐχ ἡσύχασαν, ἀλλ' ἑτέρας συκο φαντίας πρὸς ταῖς προτέραις συκοφαντίαις ἐπεζήτουν, ἵνα πάλιν μηχανησάμενοι διαβά 38.3 λωσι τὸν ἄνθρωπον. τί οὖν, ἀγαπητοί; οὐκ ἐταράχθη ὁ ἀδελφὸς ἡμῶν Ἀθανάσιος, ἀλλὰ πάλιν πολλῇ παρρησίᾳ χρώμενος προεκαλεῖτο καὶ ἐπὶ τούτοις αὐτούς. καὶ ἡμεῖς δὲ