ὀνομάζεται Σοφία Σολομῶντος. Παροιμίας δὲ ἐπέγραψε τὸ παρὸν βιβλίον, ἐπειδὴ παροιμίαι εἰσὶ λόγοι σοφῶν, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγ γέλλουσι. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ Παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε, τοῦ Χριστοῦ πολλὰ εἰρηκότος πρότερον ἐν κεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· «Ἰδὲ νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδὲ μίαν λέγεις·» ὡς τῶν παροι μιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσι, διὰ τοῦτο Παροιμίας ἔγραψε τὸ βιβλίον. Ὠνο μάσθη δὲ Παροιμία, ἐπειδὴ παρὰ τὰς ὁδοὺς ἐγρά φοντο οἱ τοιοῦτοι λόγοι πρὸς διόρθωσιν καὶ διδασκα λίαν τῶν ἐν ταῖς ὁδοῖς διαπορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτως παι δεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως· ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ 28.341 μεταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονή σεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παι δείας· ἐπειδὴ καὶ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγ γέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν δι δάσκει, ἵνα μὴ τῇ ὁμονοίᾳ τῆς σοφίας εἰς τὰ σοφί σματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν τις ἐμπέσῃ. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ «φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» Αἱρετικοὶ δὲ, παιδεύεσθαι νομίζοντες, ἐξεστράφησαν, καὶ ἁμαρ τάνουσιν, ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ὁ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἐκλυθεὶς ἐπ' αὐτῇ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος, ταχέως καὶ τὴν περὶ Θεοῦ γνῶσιν δέξεται. Ταύτην γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ δι δασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον· οἱ δὲ καὶ εἰδώλοις αὐτὸν ὡμοίωσαν. Αἱρετικοὶ δὲ, καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ· «∆όξα Θεοῦ κρύπτει λό γον.» Τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· «Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς·» καὶ πάλιν· «Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλ λήλοις· ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος·» καὶ, «∆ανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ὁ Κύριος ἀμφοτέρων·» καὶ, «Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀν δρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει.» Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· «Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρ' αὐτῷ·» καὶ πάλιν· «Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας.» Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦ ἰδίου Λόγου καὶ σοφίας πάντα ποιεῖ· ὃ μάλιστα καὶ χαρακτηρίζει τὸν ἀλη θινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι, λέγει γοῦν· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·» καὶ πάλιν· «Κύριος ἐποίησε χώρας, καὶ ἀοικήτους, καὶ ἄκρα οἰ κούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρα νὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσ έχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐ τοῦ.» Στροφαὶ λόγων εἴρηνται· ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ
22