ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά ζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥμαρτε, παυέσθω· εἰ δὲ μὴ ἥμαρτε, μὴ καυχάσθω· ἀλλ' ἐπιμενέτω τῷ καλῷ, καὶ μὴ ἀμελείτω, μηδὲ κατακρινέτω τὸν πλησίον, μηδὲ δικαιούτω ἑαυτὸν, ὡς εἶπεν ὁ μακάριος ἀπόστο λος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευ νῶν. Πολλάκις γὰρ καὶ ἑαυτοὺς, ἐν οἷς πράττομεν, λανθάνομεν· καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα. Αὐτῷ οὖν τὸ κρῖμα διδόντες, ἀλλήλοις συμπάσχωμεν, καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦ μεν, ἀναπληροῦν σπουδάζωμεν. Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις· Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν· καὶ θαῤῥεῖτε, ὅτι, πάντως αἰσχυνόμενοι γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν, καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον. Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι; ἢ τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων; Ὥσπερ οὖν βλέποντες ἀλλήλους, οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλ λήλοις τοὺς λογισμοὺς γράφωμεν, μᾶλλον τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνω σθῆναι. Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν· ἵνα, ἐρυθριῶντες γράφειν ὡς τὸ βλέπεσθαι, μήθ' ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα· οὕτω 26.925 δὲ τυποῦντες ἑαυτοὺς, δυνησόμεθα δουλαγωγεῖν τὸ σῶμα, καὶ ἀρέσκειν μὲν τῷ Κυρίῳ, πατεῖν δὲ τὰς τοῦ ἐχθροῦ μεθοδείας. Ταῦτα μὲν τοῖς ἀπαντῶσι παρήγγελλε· τοῖς δὲ πάσχουσι συνέπασχε καὶ συνηύχετο· πολλάκις τε καὶ ἐν πολλοῖς ὁ Κύριος ἐπήκουεν αὐτοῦ· καὶ οὔτε ἐπακουόμενος ἐκαυχᾶτο, οὔτε μὴ ἐπακουόμενος ἐγόγ γυζεν· ἀλλ' ἀεὶ μὲν αὐτὸς ηὐχαρίστει τῷ Κυρίῳ, τοὺς δὲ πάσχοντας παρεκάλει μακροθυμεῖν, καὶ εἰδέναι, ὅτι οὔτε αὐτοῦ, οὔθ' ὅλως ἀνθρώπων ἐστὶν ἡ θερα πεία, ἀλλὰ μόνον τοῦ Θεοῦ τοῦ ποιοῦντος, ὅτε θέλει, καὶ οἷς βούλεται. Οἱ οὖν πάσχοντες ὡς θεραπείαν ἐδέχοντο καὶ τοὺς λόγους τοῦ γέροντος, μανθάνοντες καὶ αὐτοὶ μὴ ὀλιγωρεῖν, μακροθυμεῖν δὲ μᾶλλον· καὶ οἱ θεραπευόμενοι δὲ ἐδιδάσκοντο μὴ τῷ Ἀντωνίῳ εὐ χαριστεῖν, ἀλλὰ τῷ Θεῷ μόνῳ. Εἷς γοῦν Φρόντων καλούμενος, ἀπὸ Παλατίου τυγχάνων, καὶ πάθος ἔχων δεινὸν, τήν τε γὰρ γλῶτ ταν ἑαυτοῦ κατήσθιε, καὶ τοὺς ὀφθαλμοὺς ἔμελλε βλάπτεσθαι, εἰσελθὼν εἰς τὸ ὄρος, ἠξίου τὸν Ἀντώ νιον εὔξεσθαι περὶ αὐτοῦ. Ὁ δὲ εὐξάμενος, ἔλεγε τῷ Φρόντωνι· Ἄπελθε, καὶ θεραπεύῃ. Τοῦ δὲ βιασαμένου, καὶ μείναντος ἔνδον ἡμέρας, ἐπέμενε λέγων ὁ Ἀντώνιος· Οὐ δυνήσῃ μένων ὧδε θεραπευθῆναι. Ἔξελθε, καὶ φθάσας εἰς τὴν Αἴγυπτον, ὄψει τὸ γινόμε νον εἰς σὲ σημεῖον. Πιστεύσας ἐκεῖνος ἐξῆλθε· καὶ ὡς μόνον εἶδε τὴν Αἴγυπτον, πέπαυτο τοῦ πάθους, καὶ γέγονεν ὑγιὴς ὁ ἄνθρωπος κατὰ τὸν λόγον Ἀντω νίου, ὃν εὐξάμενος ἔμαθε παρὰ τοῦ Σωτῆρος. Παρθένος δέ τις ἀπὸ Βουσίρεως τῆς Τριπό λεως πάθος εἶχε δεινὸν καὶ λίαν αἰσχρόν. Τά τε γὰρ δάκρυα αὐτῆς, καὶ αἱ μύξαι, καὶ τὰ ἐκ τῶν ὤτων ὑγρὰ πίπτοντα χαμαὶ, σκώληκες εὐθὺς ἐγίνοντο· ἦν δὲ καὶ τὸ σῶμα παραλελυμένη, καὶ τοὺς ὀφθαλμοὺς εἶχεν οὐ κατὰ φύσιν. Ταύτης οἱ γονεῖς μαθόντες ἀπερ χομένους πρὸς τὸν Ἀντώνιον μοναχοὺς, πιστεύσαν τες τῷ Κυρίῳ τῷ τὴν αἱμοῤῥοοῦσαν θεραπεύ σαντι, ἠξίωσαν μετὰ τῆς θυγατρὸς συνοδεῦσαι τού 26.928 τοις. Τῶν δὲ ἀνασχομένων, οἱ μὲν γονεῖς μετὰ τῆς παιδὸς ἔμειναν ἔξω τοῦ ὄρους παρὰ Παφνουτίῳ τῷ ὁμολογητῇ καὶ μοναχῷ· οἱ δὲ εἰσῆλθον, καὶ μόνον ὡς ἠθέλησαν ἀπαγγεῖλαι περὶ τῆς παρθένου, ἔφθασεν αὐτοὺς αὐτὸς, καὶ διηγήσατο τό τε πάθος τῆς παι δὸς, καὶ πῶς συνώδευσεν αὐτοῖς. Εἶτα τούτων ἀξιούν των ἐπιτραπῆναι
22