Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε καὶ ζωῆς, διὰ τούτου καὶ πρὸς τὴν μείζονα φέρονται σωτηρίαν· οὕτως καὶ οἱ δίκαιοι ἐκ τῆς τοῦ κόσμου διαγωγῆς πρὸς τὴν ἄνω πορείαν ἀναχωροῦσι κατὰ τὸ γεγραμμένον· Ἐκ δυνάμεως εἰς δύναμιν. Οἵ γε ἁμαρτωλοὶ, ὥσπερ τὰ κατὰ γαστρὸς ἔμβρυα ἐν τῇ μήτρᾳ τελευτήσαντα, ἐκ σκό τους σκότει παραδίδονται. Καὶ γὰρ ἐν τῇ γῇ νε κροῦνται τῷ πλήθει τῶν ἁμαρτημάτων κεκαλυμμέ νοι· καὶ ἀπαχθέντες δὲ τοῦ βίου, εἰς ζοφώδεις καὶ ταρταρώδεις τόπους καταφέρονται. Τρίτον τῷ βίῳ τικτόμεθα· ὧν ἡ μὲν πρώτη ἐστὶν ἡ ἐκ τῶν μητρῴων κόλπων πρόοδος, ὁπηνίκα εἰς γῆν ἀπαγώμεθα ἐκ γῆς· αἱ δὲ λοιπαὶ δύο ἐκ γῆς ἡμᾶς εἰς οὐρανοὺς ἀν άγουσιν· ὧν ἡ μὲν μία ἐστὶν ἐκ χάριτος, ἡ διὰ τοῦ θείου λουτροῦ ἡμῖν προσερχομένη· καὶ γὰρ ταύτην ἀληθῶς παλιγγενεσίαν καλοῦμεν· ἡ δὲ τρίτη ἐκ τῆς μετανοίας ἡμῖν καὶ τῶν ἀγαθῶν πόνων προσγίνεται. Ἐν ταύτῃ νῦν ἡμεῖς ἑστήκαμεν. Ὀφείλομεν νῦν, τῷ ἀληθινῷ νυμφίῳ προσελ θοῦσαι, εὐπρεπέστερον κοσμηθῆναι. Γινέσθω ἡμῖν οἰκοδομὴ ἡ θέα τοῦ κοσμικοῦ γάμου. Εἰ γὰρ ἐκεῖναι, πρὸς τὸν εὐάλωτον συναπτόμεναι ἄνδρα, τοσαύτην τίθενται σπουδὴν λουτρῶν τε καὶ μυραλοιφιῶν, καὶ ποικίλης κοσμήσεως (ἐκ γὰρ τούτων δοκοῦσιν ἑαυτὰς ἐρασμίους μᾶλλον παρασκευάζειν), καὶ εἰ τοσαύτη τοῖς κατὰ τὸ σῶμα πολιτευομένοις φαντασία ἐντέ τεκται· πόσῳ μᾶλλον δέον ἡμᾶς ἐπαναβῆναι ἐκείνας τῇ γνώμῃ, τῷ οὐρανίῳ νυμφίῳ μνηστευθείσας, καὶ ἀπολούσασθαι μὲν τῶν ἁμαρτιῶν τὸν ῥύπον τῇ ἐπι πόνῳ ἀσκήσει, ἀντικαταλλάξαι δὲ τῶν σωματικῶν ἐνδυμάτων τὰ πνευματικά. Ἐκεῖναι τὸ σῶμα τοῖς κοσμικοῖς καὶ γηΐνοις ἄνθεσι κοσμοῦσιν· ἡμεῖς τὴν ψυχὴν ταῖς ἀρεταῖς φαιδρύνωμεν· καὶ ἀντὶ μὲν λίθων πολυτελῶν τῇ κεφαλῇ περιθῶμεν τὸν τρίπλοκον στέ φανον, πίστιν, ἐλπίδα καὶ ἀγάπην· τῷ δὲ τραχήλῳ τὴν τιμίαν κόσμησιν περιθῶμεν, τὴν ταπεινο φροσύνην· ἀντὶ δὲ ζώνης τὴν σωφροσύνην περιζω σώμεθα· λαμπρὰ δὲ ἡμῖν περιβολὴ ἡ ἀκτημοσύνη γινέσθω· προσαγέσθω δὲ τῷ δείπνῳ τὰ μὴ φθειρόμενα ὄψα, εὐχαί τε καὶ ψαλμοί. Ἀλλ' ὡς ὁ Ἀπόστολός φησι, μὴ μόνον τὴν γλῶτταν κίνει· ἀλλά γε καὶ 28.1545 τῷ πνεύματι νόει τὰ λεγόμενα. Πολλάκις γὰρ τὸ μὲν στόμα φθέγγεται, ἡ δὲ καρδία περὶ λογισμοὺς ἀσχο λεῖται. Προσέχειν δὲ δεῖ, μὴ, τοῖς θείοις γάμοις προσ ελθοῦσαι, πενίαν λαμπάδων, τουτέστιν ἀρετῶν, νοσή σωμεν. Μισήσει γὰρ ἡμᾶς ὁ μνηστὴρ, καὶ οὐδ' ὅλως προσδέξεται, ἐὰν μὴ τὰς ὑποσχέσεις λάβῃ. Τίνες δέ εἰσιν αὗται; τοῦ μὲν σώματος ἥττω φροντίζειν, ἐπὶ πλείω δὲ τὴν ψυχὴν ἀρδεύειν· αὗται γάρ εἰσιν αἱ πρὸς αὐτὸν συνθῆκαι. Ὥσπερ δὲ οὐκ ἐγχωρεῖ δύο κάδους κατὰ τὸ αὐτὸ ἀνάγειν πεπληρωμένους ὕδατος· διὰ γὰρ τοῦ στρεφομένου ἄξωνος, ὁ μὲν εἷς κοῦφος κατάγεται, ὁ δὲ ἕτερος μεστὸς ἀνάγεται· οὕτως καὶ ἐφ' ἡμῶν ἐστιν· ὅταν γὰρ τὴν πᾶσαν κηδεμονίαν τῇ ψυχῇ προσοίσωμεν, πληρωθεῖσα τῶν καλῶν ἀνάγεται, τῶν μεταρσίων ἐφιεμένη. Τὸ δὲ σῶμα ἡμῶν, διὰ τῆς ἀσκήσεως κοῦφον γενόμενον, οὐ βρίθει τὴν ἡγεμο νοῦσαν δύναμιν. Καὶ τούτου μάρτυς ὁ Ἀπόστολος, φησὶ γάρ· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθεί ρεται, τοσοῦτον ὁ ἔνδον ἀνακαινοῦται. Ἐν μονῇ κοινοβίου τυγχάνεις; μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρα σκευάζει· οὕτως παρθένος ἢ μοναχὸς ψυχροῦται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου μετα βαίνων Μή σε δελεάσῃ ἡ τῶν κατὰ τὸν κόσμον πλου σίων τρυφὴ, ὥς τι χρήσιμον ἔχουσα. Ἡδονῆς ἕνεκεν τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλου. Φησὶ γὰρ, ὡς Ψυχὴ, ἐν

22