1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

22

[OΜIΛIA Γ.] ∆ύο μὲν οὖν διελθουσῶν ἡμερῶν, ἐπιφωσκούσης δὲ τρίτης, πρὸς τὸ διαλεχθῆναι τῷ Σίμωνι ἐξυπνισθεὶς ἐγὼ Κλήμης καὶ οἱ συνόντες ἑταῖροι ὑπὸ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνάς, εὕρομεν τὸν μὲν λύχνον ἔτι φαίνοντα, τὸν δὲ Πέτρον γονυκλινῆ προσευχόμενον. συντελέσας οὖν τὴν δέησιν, ἐπιστραφεὶς καὶ ἰδὼν ἡμᾶς πρὸς τὸ ἀκοῦσαι ἑτοίμως ἔχον- τας, ἔφη· Γινώσκειν ὑμᾶς θέλω ὅτι οἱ καθ' ἡμετέραν πρόνοιαν συνόν- τες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες· Σίμων σήμερον, καθὰ συνε- τάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν μὴ τοῦτον εἶναι θεὸν ἀνώτατον, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς, ἀλλὰ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον ὡς ἐν ἀπορρήτοις ὄντα θεὸν θεῶν· ὃς δύο ἔπεμψε θεούς, ἀφ' ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς· καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν θεόν, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν», τὴν ὀρθὴν προεκλύσει πίστιν. ταῦτα ἀκούσας πῶς οὐκ ἂν ἠθύμησα; διὸ καὶ ὑμᾶς τοὺς συνόντας μοι ἀδελφοὺς εἰδέναι ἠθέλησα ὡς οὐ μετρίως τὴν ψυχὴν ἀλγῶ, ἐνορῶν τὸν μὲν πονηρὸν πρὸς δοκιμὴν ἀνθρώπων ἐγρηγορότα, τοὺς δὲ ἀνθρώπους τῆς ἑαυτῶν σωτηρίας πάνυ ἀμελοῦντας. ἐμηχανήσατο γὰρ τοῖς ἀπὸ ἐθνῶν μέλλουσιν περὶ τῶν ἐπι- γείων ξοάνων πείθεσθαι ὅτι οὐκ εἰσὶν θεοί, ἑτέρων πολλῶν θεῶν δόξας εἰσενεγκεῖν, ὅπως. ἐὰν παύσωνται τῆς κάτω πολυθέου μανίας, ἑτέρως ἢ καὶ χεῖρον κατὰ τῆς τοῦ θεοῦ μοναρχίας λέγειν ἀπατηθήσονται, ἵνα μηδέποτε τὰ τῆς μοναρχίας προτιμήσαντες οὐπώποτε ἐλέους τυχεῖν δυνηθῶσιν. ταύτης δὲ τῆς τόλμης ἕνεκα ὁ Σίμων ταῖς ψευδέσιν τῶν γραφῶν περικοπαῖς ὡπλισμένος πολεμεῖν ἡμῖν προσέρχεται. καὶ τὸ δεινότερον ὅτι ἀφ' ὧν πεπίστευκε προφητῶν τοιαῦτα δογματίζειν κατὰ τοῦ ὄντως θεοῦ οὐ πεφόβηται. καὶ ἡμῖν μὲν τοῖς ἐκ προγόνων παρειληφόσιν τὸν τὰ πάντα κτίσαντα σέβειν θεόν, ἔτι δὲ καὶ τῶν ἀπατᾶν δυναμένων βίβλων τὸ μυστήριον, οὐδὲν δυνήσεται, τοῖς δὲ ἀπὸ ἐθνῶν, τὴν πολύθεον ὑπόληψιν σύντροφον ἔχουσιν καὶ τῶν γραφῶν τὰ ψευδῆ οὐκ εἰδόσιν, πολὺ δυνήσεται οὐ μόνον αὐτός, ἀλλ' εἰ καὶ ἄλλος τις τοῖς ἀπὸ ἐθνῶν κατὰ τοῦ θεοῦ κενόν τινα, ὅμοιον ὀνείρῳ, πλουσίως κεκοσμη- μένον ὑφηγήσεται μῦθον, πιστευθήσεται τῷ ἐκ παίδων τὸν νοῦν αὐτῶν τὰ κατὰ τοῦ θεοῦ λεγόμενα ἐθισθῆναι λαμβάνειν. σπάνιοι δέ τινες οἱ μὲν αὐτῶν ἔσονται, ὡς ἐκ πλήθους ὀλίγοι, οἵτινες δι' εὐγνωμοσύνην οὐ θελήσουσι κατὰ τοῦ τὰ πάντα κτίσαντος θεοῦ κακὸν λόγον αὐτὸ κἂν ἀκοῦσαι μόνον· οἷς μόνοις ἀπὸ ἐθνῶν οὖσιν σωθῆναι γενήσεται. μὴ οὖν ὑμῶν τις τὸν Σίμωνα παντελῶς μεμφέσθω ἢ καὶ ἄλλον τινά· οὐδὲν γὰρ ἀδίκως γίνεται, ὅπου καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκι- μὴν ἔχοντα τυγχάνει. Κἀγὼ Κλήμης ἀκούσας ἔφην· Πῶς λέγεις, κύριε, καὶ τὰ τῶν γραφῶν