22
ἀπήρχοντο, τὴν ἀπὸ τοῦ αὐτοῦ κάστρου ὑπάρχουσαν μίλια τέσσαρα, ἥτις καὶ μέχρι τοῦ νῦν καλεῖται Κλεῖσα διὰ τὸ συγκλείειν τοὺς διερχομένους ἐκεῖθεν. Καὶ ἐκ τῶν ἐκεῖσε ἀπήρχοντο πρὸς τὸν ποταμόν. Τὸ οὖν τοιοῦτον ἀλλάγιον ἐπὶ πολλοὺς χρόνους γινόμενον, οἱ ἐκεῖθεν τοῦ ποταμοῦ Σκλάβοι, οἱ καὶ Ἄβαροι καλούμενοι, καθ' ἑαυτοὺς ἐσκόπησαν λέγοντες, ὅτι· "Οὗτοι οἱ Ῥωμᾶνοι, ἐπεὶ ἐπέρασαν καὶ εὗρον πραῖδαν, ἀπὸ τοῦ νῦν καθ' ἡμῶν οὐ μὴ παύσονται διαπερῶντες, καὶ διὰ τοῦτο μηχανησόμεθα κατ' αὐτῶν." Οὕτως οὖν οἱ Σκλάβοι, οἱ καὶ Ἄβαροι, βουλευσάμενοι, καὶ διαπερασάντων ποτὲ τῶν Ῥωμάνων, ποιήσαντες οὗτοι ἐγκρύμματα καὶ πολεμήσαντες, ἐνίκησαν αὐτούς. Καὶ ἀναλαβόμενοι τά τε ὅπλα αὐτῶν καὶ τὰ φλάμμουλα καὶ τὰ λοιπὰ πολεμικὰ σημεῖα, διαπεράσαντες οἱ προειρημένοι Σκλάβοι τὸν ποταμόν, ἦλθον εἰς τὴν κλεισοῦραν, οὓς καὶ ἰδόντες οἱ ἐκεῖσε ὄντες Ῥωμᾶνοι, θεασάμενοι δὲ τὰ φλάμμουλα καὶ τὴν ἐξόπλισιν τῶν ὁμοφύλων αὐτῶν, τοὺς αὐτῶν ὁμοφύλους εἶναι νομίσαντες, ἡνίκα κατέλαβον οἱ Σκλάβοι οἱ προρρηθέντες εἰς τὴν κλεισοῦραν, παρεχώρησαν αὐτοῖς διελθεῖν. ∆ιελθόντων δέ, εὐθὺς τοὺς Ῥωμάνους οὗτοι ἐξήλασαν, καὶ τὴν Σαλῶνα, τὸ προειρημένον κάστρον ἐκράτησαν. Καὶ κατοικήσαντες ἐκεῖσε, ἔκτοτε κατὰ μικρὸν ἀρξάμενοι πραιδεύειν τοὺς Ῥωμάνους, τοὺς εἰς τοὺς κάμπους καὶ εἰς ὑψηλότερα μέρη κατοικοῦντας, ἠφάνισαν καὶ τοὺς τόπους αὐτῶν κατεκράτησαν. Οἱ δὲ λοιποὶ Ῥωμᾶνοι εἰς τὰ τῆς παραλίας κάστρα διεσώθησαν, καὶ μέχρι τοῦ νῦν κρατοῦσιν αὐτά, ἅτινά εἰσιν τὰ ∆εκάτερα, τὸ Ῥαούσιν, τὸ Ἀσπάλαθον, τὸ Τετραγγούριν, τὰ ∆ιάδωρα, ἡ Ἄρβη, ἡ Βέκλα καὶ τὰ Ὄψαρα, ὧντινων καὶ οἰκήτορες μέχρι τοῦ νῦν Ῥωμᾶνοικαλοῦνται. Ὅτι ἀπὸ τῆς βασιλείας Ἡρακλείου, τοῦ βασιλέως Ῥωμαίων,καθ' ὃν μέλλει τρόπον ῥηθήσεσθαι ἐν τῇ περὶ τῶν Χρωβάτων καὶ Σέρβλων συγγραφῇ, πᾶσα ἡ ∆ελματία καὶ τὰ περὶ αὐτὴν ἔθνη, οἷον Χρωβάτοι, Σέρβλοι, Ζαχλοῦμοι, Τερβουνιῶται, Καναλῖται, ∆ιοκλητιανοὶ καὶ Ἀρεντανοί, οἱ καὶ Παγανοὶ προσαγορευόμενοι, ***. Τῆς δὲ τῶν Ῥωμαίων βασιλείας διὰ τὴν τῶν τότε κρατούντων νωθρότητα καὶ ἀφέλειαν εἰς τὸ μηδὲν παράπαν μικροῦ δεῖν ἐναπονευσάσης, καὶ μάλιστα δὲ ἐπὶ Μιχαὴλ τοῦ ἐξ Ἀμορίου, τοῦ Τραυλοῦ, οἱ τὰ τῆς ∆ελματίας κάστρα οἰκοῦντες γεγόνασιν αὐτοκέφαλοι, μήτε τῷ βασιλεῖ Ῥωμαίων, μήτε ἑτέρῳ τινὶ ὑποκείμενοι, ἀλλὰ καὶ τὰ ἐκεῖσε ἔθνη, οἵ τε Χρωβάτοι καὶ Σέρβλοι καὶ Ζαχλοῦμοι καὶ Τερβουνιῶται τε καὶ Καναλῖται καὶ ∆ιοκλητιανοὶ καὶ οἱ Παγανοί, τῆς τῶν Ῥωμαίων βασιλείας ἀφηνιάσαντες γεγόνασιν ἰδιόρρυθμοι καὶ αὐτοκέφαλοι, τινὶ μὴ ὑποκείμενοι. Ἄρχοντας δέ, ὥς φασι, ταῦτα τὰ ἔθνη μὴ ἔχειν, πλὴν ζουπάνους γέροντας, καθὼς καὶ αἱ λοιπαὶ Σκλαβηνίαι ἔχουσι τύπον. Ἀλλὰ καὶ οἱ πλείονες τῶν τοιούτων Σκλάβων οὐδὲ ἐβαπτίζοντο, ἀλλὰ μέχρι πολλοῦ ἔμενον ἀβάπτιστοι. Ἐπὶ δὲ Βασιλείου, τοῦ φιλοχρίστου βασιλέως, ἀπέστειλαν ἀποκρισιαρίους, ἐξαιτούμενοι καὶ παρακαλοῦντες αὐτὸν τοὺς ἐξ αὐτῶν ἀβαπτίστους βαπτισθῆναι καὶ εἶναι, ὡς τὸ ἐξ ἀρχῆς, ὑποτεταγμένους τῇ βασιλείᾳ τῶν Ῥωμαίων, ὧντινων εἰσακούσας ὁ μακάριος ἐκεῖνος καὶ ἀοίδιμος βασιλεύς, ἐξαπέστειλεν βασιλικὸν μετὰ καὶ ἱερέων, καὶ ἐβάπτισεν αὐτοὺς πάντας τοὺς τῶν προρρηθέντων ἐθνῶν ἀβαπτίστους τυγχάνοντας, καὶ μετὰ τὸ βαπτίσαι αὐτοὺς τότε προεβάλετο εἰς αὐτοὺς ἄρχοντας, οὓς ἐκεῖνοι ἤθελον καὶ προέκριναν, ἀπὸ τῆς γενεᾶς, ἧς ἐκεῖνοι ἠγάπων καὶ ἔστεργον. Καὶ ἔκτοτε μέχρι τοῦ νῦν ἐκ τῶν αὐτῶν γενεῶν γίνονται ἄρχοντες εἰς αὐτούς, καὶ οὐκ ἐξ ἑτέρας. Οἱ δὲ Παγανοί, οἱ καὶ τῇ Ῥωμαίων διαλέκτῳ Ἀρεντανοὶ καλούμενοι, εἰς δυσβάτους τόπους καὶ κρημνώδεις κατελείφθησαν ἀβάπτιστοι. Καὶ γὰρ Παγανοὶ κατὰ τὴν τῶν Σκλάβων γλῶσσαν "ἀβάπτιστοι" ἑρμηνεύεται. Μετὰ δὲ τοῦτο καὶ αὐτοὶ ἀποστείλαντες εἰς τὸν αὐτὸν ἀοίδιμον βασιλέα, ἐξῃτήσαντο βαπτισθῆναι καὶ αὐτοί, καὶ ἀποστείλας ἐβάπτισεν καὶ αὐτούς. Ἐπεὶ δέ, ὡς προέφημεν, ὅτι διὰ τὴν τῶν κρατούντων νωθρότητα καὶ ἀφέλειαν εἰς κατόπιν τὰ τῶν Ῥωμαίων ἦλθον πράγματα, καὶ οἱ τὰ τῆς ∆ελματίας