22
Κύριος.» Ὁρᾶτε, τέκνα ἡμῶν ἠγαπημένα, πῶς εὔσπλαγχνος μετὰ δικαιοσύνης Κύριος ὁ Θεὸς ἡμῶν, ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀθωῶν οὐκ ἀθωώσει τὸν ἔνοχον, καὶ τὸν ἐπιστρέφοντα προσιέμενος καὶ ζωοποιῶν, μὴ καταλιπὼν τόπον ὑπονοίας τοῖς ἀπηνῶς βουλομένοις κρίνειν καὶ τέλεον ἀποστρέφεσθαι τοὺς ἁμαρτάνοντας καὶ μὴ κοινωνεῖν αὐτοῖς λόγων παρακλητικῶν πρὸς μετάνοιαν ἐπαναγαγεῖν δυναμένων, οἷς ἐκ τῶν ἐναντίων ὁ Θεὸς διὰ Ἡσαΐου λέγει πρὸς τοὺς ἐπισκόπους· «Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Χρὴ οὖν ὑμᾶς αὐτοῦ ἀκούοντας παρακα λεῖν τοὺς ἡμαρτηκότας καὶ πρὸς μετάνοιαν παρορμᾶν καὶ εὐέλπιδας ποιεῖν, καὶ μὴ ὑπονοεῖν ὡς κοινωνικοὺς γινομένους τῶν πλημμεληθέντων αὐτοῖς ἕνεκεν τῆς εἰς αὐτοὺς ἀγάπης. Ἀσμένως δὲ τοὺς μετανοοῦντας προσδέχεσθε, χαίροντες ἐπ' αὐτοῖς, μετὰ ἐλέους καὶ οἰκτιρμῶν κρίνοντες τοὺς ἁμαρτάνοντας· ἐὰν γὰρ τὸν παρὰ ποταμὸν βαδίζοντα καὶ μέλλοντα ὀλισθαίνειν κεραίαις êσας εἰς τὸν ποταμὸν ἐμβάλῃς ἀντὶ τοῦ χεῖρα μᾶλλον ὀρέξαι, ἐφόνευσάς σου τὸν ἀδελφόν, δέον μᾶλλον τῷ ὀλισθαίνοντι ἐπιδοῦναι δεξιάν, ἵνα μὴ τελείως ἀπόληται, ὅπως καὶ ὁ λαὸς νουθετῆται καὶ ὁ ἁμαρτήσας μὴ κατὰ πᾶν ἀπόληται. ∆εῖ δέ σε, ὦ ἐπίσκοπε, μήτε παρορᾶν τὰ ἁμαρτήματα τοῦ λαοῦ, μήτε τοὺς μετανοοῦντας ἀπο στρέφεσθαι, ὅπως μὴ διαφθείρῃς ὡς ἄπειρος τὸ ποίμνιον τοῦ Χριστοῦ καὶ φαυλίσῃς αὐτοῦ τὸ ὄνομα τὸ καινὸν τὸ εἰς τὸν λαὸν αὐτοῦ ἐπιτεθέν, καὶ ὀνειδισθήσῃ καθάπερ καὶ οἱ παλαιοὶ ποιμένες, περὶ ὧν ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν κληρονομίαν μου.» Καὶ ἐν ἄλλοις· «Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ὀργισθήσομαι.» Καὶ ἐν ἑτέροις· «Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου.» Ἰδὼν δὲ σὺ τὸν ἡμαρτηκότα, πικρανθεὶς κέλευσον αὐτὸν ἔξω βληθῆναι· καὶ ἐξελθόντι αὐτῷ πικραινέσθωσαν οἱ διάκονοι, καὶ ἐπιζητοῦντες κατεχέτωσαν αὐτὸν ἔξω τῆς ἐκκλησίας, καὶ εἰσελθόντες ὑπὲρ αὐτοῦ σε ἐρωτάτωσαν· καὶ γὰρ ὑπὲρ τῶν ἡμαρτηκότων ὁ Σωτὴρ τὸν Πατέρα ἠξίου, ὡς γέγραπται ἐν τῷ Eὐαγγελίῳ· «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν, τὶ ποιοῦσι.» Τότε σὺ κελεύσεις εἰσελθεῖν αὐτόν, καὶ ἀνακρίνας, εἰ μετανοεῖ καὶ ἄξιός ἐστιν εἰς ἐκκλησίαν ὅλως παραδεχθῆναι, στιβώσας αὐτὸν ἡμέραις νηστειῶν κατὰ τὸ ἁμάρτημα, ἑβδομάδας δύο ἢ