σωματικοῖς τρόποις ὑπουργίας τῶν ἀρετῶν, πρὸς τὴν τῶν συγγενῶν νοητῶν ἐπανέρχονται θεωρίαν. Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· οὓς ὑποζεύγνυσι διὰ παντὸς τῇ δεσποτείᾳ τοῦ λόγου, πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν, δι' ἀνδρείας καὶ σωφροσύνης, ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς ἐλευθερίαν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος ὁ νόμος τῆς φύσεως, ὡς ὑπὸ ζωῆς θάνατος. Τοιγαροῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ, καὶ ἡ πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιος σχέσις, οὐ δεῖ παρέχειν τούτοις ἐλευθερίαν· μήπως μιγέντες τοῖς αἰσθητοῖς ὁμοφύλοις, πολεμήσωσι τῇ ψυχῇ, καὶ λάβωσιν αὐτὴν δορυάλωτον τοῖς πάθεσιν. Ὅταν δὲ περάσωμεν εἰς τὸν αἰῶνα, καὶ φθάσωμεν εἰς ἀπάθειαν, ἐλευθέρους ἀφήσομεν αὐτοὺς, μετασκευασθέντος λοιπὸν τοῦ θυμοῦ μὲν πρὸς ζέσιν πνευματικὴν, καὶ σώφρονα μανίαν· τῆς ἐπιθυμίας δὲ, πρὸς ἔρωτα θεῖον, καὶ ἡδονὴν ἄχραντον. 77.1233 Ἐάν τις ἐκτυφλώσῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὑτοῦ ἢ τῆς θεραπαίνης αὑτοῦ, ἐλευθέρους ἐξαποστελεῖ αὐτούς· καὶ ἐὰν τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τῆς θεραπαίνης αὑτοῦ ἐκκόψῃ, ἐλευ θέρους ἐξαποστελεῖ αὐτούς. Οἰκέτης μὲν καὶ θεράπαινα, οἱ τινὸς ὑπεξούσιοι, ὧν οἱ μὲν ἄνδρες, οἱ δὲ γυναῖκες. Τούτων δὲ τῶν ὑπεξουσίων, ὀφθαλμὸς μὲν ὁ νοῦς, φωτίζων τὰς ψυχὰς αὐτῶν· ὀδοὺς δὲ ἡ διάνοια, δι' ἧς λεπτύνουσι τὴν πνευματικὴν τροφήν. Εἴ τις τοιγαροῦν ἢ τὸν νοῦν ἐκτυφλώσῃ τῶν ὑπεξουσίων πληγῇ ἀσεβείας, ἢ ἑτέρας ἁμαρτίας, ἢ τὴν διάνοιαν αὐτῶν καταβλάψῃ, ἐκπίπτειν καταδικάζεται τῆς κατ' αὐτῶν ἐξουσίας, καὶ ἀνάξιον τοῦ ἄρχειν ἑαυτὸν ἀποδείκνυσιν. Ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους. Ὁ τὴν ψυχὴν συνημμένην τῷ Θεῷ διὰ πίστεως καὶ ἁγιασμοῦ τολμῶν καταμιᾶναι τῷ σπερματισμῷ τῆς ἐν αὐτῷ δυσσεβοῦς αἱρέσεως, τὴν ἐσχάτην ὑφέξει δίκην σὺν αὐτῇ· ὁ μὲν, ὡς ἐπιβουλεύσας ἀλλοτρίῳ γάμῳ· ἡ δὲ, ὡς ἀτιμάσασα τὴν εἰς τὸν ἄνδρα συνάφειαν. Ἐὰν δὲ, φησὶ, τὴν μεμνηστευμένην ἀνδρὶ παρθένον εὑρών τις ἐν πόλει κοιμηθῇ μετ' αὐτῆς, ἀποθανοῦνται καὶ ἄμφω. Ἡ νεᾶνις, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει· καὶ ὁ ἄνθρωπος, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ. Παρθένος ἐστὶ μεμνηστευμένη ἀνδρὶ, ἡ κεκλημένη μὲν εἰς εὐσέβειαν ψυχὴ, καὶ κατηχουμένη, μήπω δὲ συναφθεῖσα τελείως τῷ Χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος. Ἀῤῥαβῶνος γὰρ ἐπέχει λόγον ὁ λόγος τῆς κατηχήσεως. Ὁ τοίνυν διαφθείρων ταύτην διὰ μίξεως ἀσεβῶν δογμάτων, τὴν ἐσχάτην καὶ αὐτὸς ἀποτίσει δίκην σὺν αὐτῇ, καὶ ὑποπεσοῦνται τῇ κολάσει τῶν, ὡς εἴρηται, μοιχευσάντων· ὁ μὲν, ὡς πλημμελήσας εἰς τὴν γυναῖκα τὴν ὑπὸ χεῖρα λοιπὸν τοῦ μεταβραχὺ νυμφίου τοῦ πλησίον αὑτοῦ, κατά γε τὸν λόγον τῆς ἀνθρωπότητος· ἡ δὲ, ὡς ἐν πόλει τοῦτο παθοῦσα, λέγω δὴ τῇ Ἐκκλησίᾳ, ἔνθα πολλοὶ οἱ ἐξελέσθαι δυνάμενοι· καὶ διὰ τοῦ μὴ βοῆσαι καταδεξαμένη. Ἐὰν δὲ, φησὶν, ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην ἑτέρῳ, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμηθέντα μετ' αὐτῆς μόνον. Τῇ δὲ νεάνιδι οὐκ ἔσται ἁμάρτημα θανάτου· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν. Ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων· οὐκ ἦν. Ἀγρὸς γὰρ ἡ ἐρημία τῶν ἐπαμῦναι δυναμένων, καὶ ἡ σπάνις τῶν διδασκάλων· ἐνταῦθα τὸ πάθος βίαιον καὶ ἀνεπικούρητον. ∆ιὸ καὶ ὡς ἀβούλητον, ἀκατάγνωστον. Ἐὰν δὲ, φησὶν, εὕρῃ τις παῖδα παρθένον, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, καὶ εὑρεθῇ, δώσει τῷ πατρὶ τῆς νεάνιδος νʹ δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή. Παρθένον ἐνταῦθα λέγει, τὴν μήπω κατεγγυηθεῖσαν Χριστῷ διὰ πίστεως, ἀσυναφῆ δὲ πρὸς αὐτὸν ἔτι παντελῶς μένουσαν. Εἴ τις οὖν ἀπατεὼν ἑνωθῇ τῇ 77.1236 τοιαύτῃ δι' ὁμιλίας ἀσεβῶν δογμάτων· ὁποῖόν τι δρῶσιν οἱ αἱρετικοὶ, Ἕλληνας πολλάκις καὶ Ἰουδαίους ἀπατῶντες, καὶ ἐξ ἀσεβείας ἄλλης εἰς ἑτέραν ἀσέβειαν μεταφέροντες· οὐκ ἀζήμιον οὐδ' οὕτως εὑρήσει τὸ