ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ, Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος.
ΚΕΦΑΛ. ΚΗʹ.
Ἐνηνθρώπησε τοίνυν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα δι' αὑτοῦ καὶ ἐν αὑτῷ ἀνακαινίσῃ μὲν τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν· διδάξῃ δὲ καὶ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν, ταύτην δι' ἑαυτοῦ ποιήσας ἡμῖν εὐεπίβατον· καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς τὴν καταφθαρεῖσαν ἀνθρώπων φύσιν, ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως, καὶ τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται, πρὸς θεογνωσίαν ἡμᾶς καλέσας. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, Τριὰς ἡ ὁμοούσιος, ὁ εἷς Θεὸς ἀληθινὸς πιστεύεται καὶ λατρεύεται, ἀρεταὶ πολιτεύονται, ἀναστάσεως βεβαία ἐλπὶς διὰ τῆς Χριστοῦ δέδοται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες· καὶ τό γε θαυμαστὸν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ, καὶ παθῶν, καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται, οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ' ὀλίγοι γυμνοὶ, πτωχοὶ καὶ ἀγράμματοι διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι, σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες, τῶν πολλῶν καὶ δυνατῶν καὶ πλουσίων καὶ σοφῶν κατεκράτησαν· ἐνίσχυε γὰρ αὐτοὺς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ πάλαι φοβερώτατος θάνατος ἥττηται, καὶ τῆς ἡδίστης ζωῆς νῦν προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς δουλείας Φαραὼ θάλασσαν διαστήσας διέσωσε· πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου τῆς ἁμαρτίας ἐῤῥύσατο· οὐ βίᾳ ἄγων πρὸς ἀρετὴν καὶ εὐσέβειαν, οὐχὶ γῇ καταχωννὺς, οὐ πυρὶ καταφλέγων, καὶ λιθοβολεῖσθαι προστάσσων τοὺς ἁμαρτάνοντας· ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ αἱρεῖσθαι ταῦτα πείθων τοὺς ἀνθρώπους. Ἀλλ', ὦ Θεοῦ Λόγε, καὶ σοφία, καὶ δύναμις, τί σοι ἀντὶ τούτων ἁπάντων οἱ ἄποροι καὶ ἀσθενεῖς ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα καὶ αἰτεῖς παρ' ἡμῶν οὐδὲν, ἢ τὸ σώζεσθαι. Αὐτὸς γὰρ καὶ τοῦτο διδοὺς, καὶ λαμβάνουσι χάριν εἰδὼς δι' ἄφατον ἀγαθότητα. Σοὶ χάρις, τῷ τὸ εἶναι δεδωκότι, καὶ τὸ εὖ εἶναι χαρισαμένῳ· κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγόντι πρὸς τοῦτο διὰ τῆς ἀῤῥήτου σου συγκαταβάσεως. Σοὶ τοίνυν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.