Quod unus sit Christus ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ

 ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. {Β} Ἔφης μὲν ὀρθῶς. {Α} Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μ

 καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶνα

 Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δ

 παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θ

 ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει

 θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα

 τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; {Β} Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσ

 δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ

 ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡ

 μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ

 ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. {Β} Ἔοικεν. {Α} Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶ

 ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ

 ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπ

 τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μ

 τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· Εἰ οὖν ∆αυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι; φρονε

 γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; {Α} Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν

 λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ

 ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς

 συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν

 παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον κατ

 ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγον

 αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συ

 οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας α

 ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καί

 {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστ

 οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα

 τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸ

 κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον

 ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελ

 Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός

 διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ <ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπερι

 καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστρα

 δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος κα

 ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν

 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς

 Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπο

 μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ

ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγονε γάρ, ὡς ἔοικεν, οὐκ ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ. Εἴργει δέ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Καὶ γοῦν ὁ Παῦλός φησιν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν; Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός· Ἐάν τις ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ἀλλ' εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα. Πλὴν ἴτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαιρεῖν εἰπών. Εἰ γάρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. Εἰ δὲ ἐν τούτοις εἶναί φασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἢ γοῦν ἀποστολικοῖς κατακομίζουσι μέτροις. {Β} Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; {Α} Οὐκ ἂν διαψεύσαιο. Ὁ Μωϋσῆς μὲν γὰρ ἔφη τοῖς ἐξ αἵματος Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Γέγραφε δὲ καὶ ὁ θεσπέσιος Παῦλος· Ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν. Φραζόντων δὴ οὖν, ἐρήσομαι γάρ, ἆρ' ἂν γένοιτο πρὸς εὐκλείας ἀνθρώπῳ παντὶ τῆς προφητείας ἡ χάρις, ἢ γοῦν ἀποστολικῶν ἀξιωθῆναι γερῶν, χρηματίσαι δὲ καὶ ἱερουργόν; {Β} Φημί. {Α} Ἀλλὰ ταυτὶ δὴ μικρὰ καὶ οὐκ ἀξιόληπτα φαῖεν ἂν εἶναι Χριστῷ καθὸ νοεῖται Θεός, κἂν διὰ τούτων αὐτῶν ὁρᾶται κεκενωμένος, καὶ μετὰ τῆς ἀνθρωπότητος λαβὼν αὐτά. Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς, 751 ἔλαβε δούλου μορφὴν ὡς ἐν αὐτῇ γεγονὼς καὶ ἐν προσλήψει τῶν καθ' ἡμᾶς, οὕτω καὶ τῆς προφητείας τὸ Πνεῦμα διδούς, καὶ ἀποστόλους ἀναδεικνύς, καὶ καθιστὰς ἱερουργούς, ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς· ὠνομάσθη γὰρ οὕτω καὶ προφήτης καὶ ἀπόστολος καὶ ἀρχιερεύς. {Β} Ἀλλ' εἰ καὶ δοῖεν αὐτὸν εἶναι προφήτην, οὐχ ὡς ἕνα τῶν προφητῶν γενέσθαι φασίν, ὑπερκεῖσθαι δὲ μᾶλλον πολὺ τὰ ἐκείνων. Οἱ μὲν γὰρ μεμετρημένην κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσχήκασι χάριν, καὶ ἐν χρόνῳ προσγενομένην αὐτοῖς, ὁ δὲ πλήρης ἦν τῆς θεότητος καὶ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως· συνῆν γὰρ αὐτῷ Θεὸς ὢν ὁ Λόγος. {Α} Οὐκοῦν ἐν ποσότητι χάριτος, καὶ ἐν μήκει καιροῦ πεπλεονέκτηκεν ὁ Χριστὸς τοὺς πρὸ αὐτοῦ γεγονότας ἁγίους προφήτας, καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ ἐξαίρετον. Πρόκειται δὲ πολυπραγμονεῖν εἰ προφήτης ὅλως, καὶ οὔτι που τὸ μᾶλλον ἢ τὸ μεῖον ἔχων ἢ καὶ ὑπερκείμενος, ὡς ἔν γε τῷ εἶναι προφήτην καὶ τῷ μὴ πέρα μέτρου τοῦ καθ' ἡμᾶς, τὸ σμικροπρεπές ἐστιν αὐτῷ, κἂν εἰ ἀπ' ἀρχῆς νοοῖτο τοῦτο ὑπάρχων, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Βαπτιστὴς περὶ οὗ φησιν ὁ μακάριος ἄγγελος· Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. Εἶτα πῶς ὁ μὲν ἦν οἰκέτης, ὁ δὲ τοῖς δεσποτικοῖς ἀξιώμασιν ἐναβρύνεται; Καὶ ἑαυτοῦ μὲν πέρι φησὶν ὁ μακάριος Ἰωάννης· Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Περὶ δέ γε τοῦ Ἐμμανουήλ· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. {Β} Καίτοι φαῖεν ἂν ἴσως ἄνωθέν τε εἶναι καὶ μὴν καὶ ἐπάνω πάντων τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, δεδίασι δὲ προσνέμειν