22
εἰς τὸν αἰῶνα. Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ' ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἆρα αἰτίαν φήσουσιν τὸν Θεὸν, ἤτοι τὸν ∆αυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ μὴν κατ' οὐδὲν διενηνοχέναι τῶν λοιπῶν προφητῶν φήσειέ τις τὸν ∆αυὶδ, ὃς καὶ ἐξομολογεῖσθαι 57 διὰ τὴν τοῦ Οὐρίου ἐδεῖτο λέγων, σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ἢ τὸν Σολομῶνα, ὃν καὶ ἐκκλῖναι ἀπὸ τοῦ Θεοῦ καὶ εἰδώλοις διὰ γυναικῶν ἐπιθυμίας προσκεκινηκέναι ἡ ψιλὴ διδάσκει τῆς γραφῆς ἱστορία· πῶς δὲ τοῦ ∆αυὶδ ἢ τοῦ Σολομῶνος ἡ βασιλεία ἕως αἰῶνος ἐνώπιον ἔστη τοῦ Θεοῦ, καὶ ὁ θρόνος ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ τὴν φάσκουσαν ἐνταῦθα προφητείαν, καὶ κατὰ τὴν ἐν τῷ Ψαλμῷ ὧδέ πως περιέχουσαν, ὤμοσα ∆αυὶδ τῷ δούλῳ μου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· καὶ μεθ' ἕτερα φάσκουσαν, Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ πάλιν· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Τὰ παραπλήσια δ' ἂν εὕροις καὶ ἐν τῷ Ἱερεμίᾳ, ἔνθα εἴρηται, ὅτι τάδε λέγει Κύριος· οὐκ ἐξολοθρευθήσεται τῷ ∆αυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου, ἀναφέρων ὁλοκαυτώματα, καὶ θύων θυσίαν καὶ ποιῶν θυμίαμα πάσας τὰς ἡμέρας. Ταῦτα γὰρ εἰ συνεξετάζοι τίς τῇ τε παρούσῃ τῶν Ἰουδαίων καταστάσει καὶ ταῖς κατ' αὐτοὺς ἱστορίαις ἀπὸ τῆς Ἐζεκίου καὶ Ἰεχονίου βασιλείας, καθ' οὓς ἡ ἐκ ∆αυὶδ περιεγράφη τῶν Ἰουδαίων βασιλεία ἐν τῷ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας καιρῷ, μεθ' ὃν οὐδαμῶς ἤρχθησαν ἢ ἐβασιλεύθησαν ὑπὸ τῶν ἐκ ∆αυὶδ καταγόντων τὸ γένος εἰς ἔτι, ὅτι μηδαμῶς ἁρμόζει ἤτοι 58 τῷ ∆αυὶδ ἢ καὶ τῷ Σολομῶνι τὰ λελεγμένα, ὡς ἐξ ἀνάγκης ἃ μὴ θέμις ψευδῆ διελέγχεσθαι συμβαίνειν τὴν μεθ' ὅρκων τοῦ Θεοῦ πρόρρησιν· εἴ γε μὴν ἀναφέροιμεν τὸ λεγόμενον τοῦ ∆αυὶδ σπέρμα ἐπὶ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν, σαφὲς πῶς εἰς τὸν αἰῶνα τοῦτο τὸ σπέρμα, τοῦτ' ἔστιν ὁ Χριστὸς, διαμενεῖ, καὶ πῶς ὁ θρόνος αὐτοῦ καὶ ἡ πνευματικὴ βασιλεία ἕως αἰῶνος ἐνώπιον ὑπάρχει τοῦ Πατρὸς, ἀνορθούμενος ὑπ' αὐτοῦ καὶ ἀνοικοδομούμενος κατὰ γενεὰν καὶ γενεὰν ἐν ταῖς τῶν πιστευόντων ἐπ' αὐτὸν ψυχαῖς. Τούτου δὲ τοῦ ἀποδεδομένου ἡμῖν σπέρματος ∆αυὶδ διαμενεῖ ὁ θρόνος, ὡς ὁ τῆς δικαιοσύνης ἥλιος ἐναντίον τοῦ Πατρὸς, καὶ ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ· διὸ πρὸς αὐτὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐν ἑτέρῳ Ψαλμῷ λέλεκται· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ὁ Χριστὸς δὲ καὶ οἶκον τὴν ἐκκλησίαν οἰκοδόμησε τῷ Πατρὶ ἐκ λίθων ζώντων καὶ νοερῶν, ἁγίων καὶ ἐναρέτων ψυχῶν, ναὸν ἐγείρας πολὺ κρείττονα καὶ διαφέροντα τῆς ὑπὸ Σολομῶνος προσκαίρου καὶ μηκέθ' ὑπαρχούσης οἰκοδομῆς. Τούτῳ δὲ καὶ ὁ ἀπόστολος μαρτυρεῖ προσήκειν τὴν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν, φωνὴν, ἐντεῦθεν αὐτὴν εἰληφὼς ἐν τῇ πρὸς Ἑβραίους συντάξει, ἔνθα φησίν· τίνι γὰρ εἶπεν ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι 59 εἰς υἱόν. Τὰ δ' ἀπὸ τοῦ, καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, περὶ τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ