Ἐλιγήσεται9. 9Ἔρις, Ἔριδος· Ἐρίφια· Εἰκασμός· Ἐργαλεῖον9 9Ἐλεγεῖον· Εὐκταῖος· Ἐξάπινα9. 9Εἰκαῖοσ9: Σημαίνει δὲ τὸν μάταιον, καὶ εἰκή. 9Ἑρμῆσ9: Ὁ λόγος, ὡς ὅθεν καὶ 9Ἑρμηνεῖα9. 9Εἴκω9: Τὸ ὁμοιῶ· ἐξ οὗ εἰκών· 9Εἴκω9 τὸ πρέπω· ἐξ οὗ εἰ κότως· 9Εἴκω9 τὸ ὑποχωρῶ, ἐξ οὗ οἶκος. 9Ἤκω9: Τὸ ἔρχομαι, ἐξ οὗ ἤκω τὸ φέρω· 9Ἴκω9 τὸ παρα-γίνομαι. 9Εἴδω9: Τὸ βλέπω, ἐξ οὗ ἐστιν "εἶδον οἱ ὀφθαλμοί μου." 9Εἴδω9: Τὸ γινώσκω, ἐξ οὗ οἶδα· 9Εἰδῶ9 περισπώμενον τὸ γι νώσκω, ἐξ οὗ "πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως με γάλου." 215 9Εἴδω9: Τὸ ὁμοιῶ· ἐξ οὗ εἰδόμενος· 9Ἴδω9 τὸ γινώσκω, ἐξ οὗ ἴσω· 9Ἤδω9 τὸ εὐφραίνομαι, ἐξ οὗ ἧδαρ καὶ ἧδον. 9Ἐπιτηδήσ9: Ἔστιν ἔτης, ὃ σημαίνει τὸν συνήθη· οἷον, κασιγνήτους τε ἔτας τε, ἀπὸ τοῦ ἔθους γεγενημένου ἐτητὴς ἐν παραγωγῇ, καὶ ἐτηδὴς, καὶ ἐν συνθέσει ἐπιετηδὴς, καὶ ἀποβολῇ τοῦ ε ἐπιτηδὴς, καὶ ἐπιτή δειος ἐξ αὐτοῦ· ἢ παρὰ τὸ ἥδω ῥῆμα, τὸ σημαῖνον τὸ τέρπω καὶ εὐφραίνω, ἡδὴς, καὶ μετὰ τῆς ἐπὶ προθέσεως ἐπιηδὴς, καὶ προ σθέσει τοῦ τ ἐπιτηδὴς, καὶ ἐπιτήδειος ἐξ αὐτοῦ.
9Ζευγίσιον9: ∆ιὰ τοῦ ι γράφεται· τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον διὰ τοῦ ε
γραφομένων· οἷον, χαρίσιον· προβαλίσιον· Ἀρτεμίσιον· οὕτως καὶ ζευγίσιον· περὶ τῶν εσσιν ἐμάθομεν ἐν τοῖς Ἀρτεμισίου. 9Ζεῖρα9: Σημαίνει δὲ τὴν ζώνην, καὶ χιτῶνα, καὶ χλαμύδα· διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ τὸ δεῖν, ὅ ἐστιν δεσμεύ ειν, γέγονεν, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς τὸ ζ ζεῖρα. 9Ζειά9: ∆ίφθογγος· ἔστιν δὲ εἶδος κριθῆς, ἤγουν ἡ αὐτὴ κρι θή· ἔστιν δὲ παρὰ τὸ ζέειν· καὶ πλεονασμῷ τοῦ ι ζειὰ, ἤγουν ἡ τοῦ ζέειν ἡμᾶς αἴτιος, ἤγουν τοῦ ζῆν. 9Ζείδωροσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζεῖ γέ γονεν ζειόδωρος, καὶ κατὰ συγκοπὴν τοῦ ο ζείδωρος· ἢ παρὰ τὸ ζῆν γέγονεν ζήδωρος, οἱονεὶ ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη· τοῦ η εἰς τὴν ει δίφθογγον μετατεθέντος Βοιωτικῶς· ἢ παρὰ τὸ ζέειν ζεέδωρος, κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον· ζείδωρος. 9Ζώνιον9: ι· ὑποκοριστικὸν γάρ· τοῦτο ἐπὶ γυναικῶν μᾶλλον τίθεται. 9Ζήτρειον9: ∆ιὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ τῶν δού λων δεσμοτήριον, τὸν κοῦσπον, ἢ τὸν μύλωνα· ἐκεῖ γὰρ ἐδεσμεύ οντο οἱ δοῦλοι· παρὰ γὰρ τὸ δεῖν τὸ δεσμεύειν, καὶ τὸ τρεῖν, ὅ ἐστιν τὸ φοβεῖσθαι, γέγονεν ζήτρειον· μετατεθέντος τοῦ δ εἰς τὸ ζῆτα, καὶ τῆς ει διφθόγγου εἰς τὸ η· ὥσπερ πλείων, πλήων· μείων, μήων· ἢ παρὰ τὸ ζα τὸ ἐπιτατικὸν μόριον, ἐξ οὗ τὸ ζαπλοῦτε, καὶ τὸ τρεῖν, τὸ ὄντως φοβεῖσθαι, γέγονεν ζάτρειον, καὶ ζήτρειον. 216 9Ζύγιον9: ι· ὑποκοριστικὸν γὰρ τὸ τοῦ ζυγοῦ. 9Ζωάγρια9: Ἡ παράδοσις. 9Ζῶισον9: τὸ ζω μέγα σὺν τῶ ι· τὸ ο μικρὸν, ἀπὸ γὰρ τοῦ ζῶ ῥήματος γέγονεν. 9Ζώιδιον9: Τὸ μὲν τὸ δι ι· ὑποκοριστικὸν γάρ. 9Ζεύγνυσι9 καὶ 9Ζευγνῦσι9: Καὶ τὸ μὲν ἑνικὸν προπαροξύνε ται, τὸ δὲ πληθυντικὸν προπερισπᾶται· οὕτως καὶ ῥήγυσι καὶ ῥηγῦσι.
9Ἡρωΐνη9: Τὸ ρω μέγα· τὸ ινη διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινη ἀποστρέφονται
τὴν ει δίφθογγον· οἷον, Ἀρίνη· Παλαιστίνη· Ἀδριστίνη· Ὠκεανίνη· Αἰητίνη· οὕτως καὶ ἡρωΐνη. 9Ἡμῖν9: ∆ιὰ τοῦ ι· ἄμμι γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρυ τόνως καὶ συστέλλοντες τὸ ι· ἦμιν λέγουσιν οἱ Ἴωνες προπερι σπωμένως· καὶ ἀμῖν λέγουσιν οἱ ∆ωριεῖς· ἔστιν οὖν καὶ ἡμῖν περισπώμενον διὰ μακροῦ τοῦ ι. 9Ἡμετέρειοσ9: Ἔστιν δὲ κτητικὸν, καὶ σημαίνει τὸν τοῦ ἡμετέρου, διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀρίσταρχος γίνεται Ἀριστάρχειος διὰ τῆς ει διφθόγγου, οὕτως καὶ ἀπὸ τοῦ ἡμέτερος, ἡμετέρειος· ἔστιν δὲ κανὼν λέγων· τὰ διὰ τοῦ ρειος ἀπὸ τῶν εἰς ρος ἐχόντων τὸ τ τῆς προηγουμένης συλλαβῆς, ἔχουσι τὸ ει διὰ τῆς ει διφθόγγου γραφόμενον· οἷον, ἀβέλτε ρος, ἀβελτέρειος· ἕτερος, ἑτέρειος· οὕτως καὶ ἡμέτερος, ἡμε τέρειος διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ καὶ τὸ ε ἐν τῇ πρώτῃ συλλαβῇ. 9Ἠτίσ9: Ὄνομα πόλεως, διὰ τοῦ ι τὸ τις· 9Ἠτεῖοσ9· σημαίνει δὲ τὸν πολίτην. 9Ἡρακλειώτησ9: Τὸ κλει δίφθογγος, Ἡρακλεῖα γάρ· οὕ-τως ἡ παράδοσις. 9Ἠθεῖοσ9: