ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
τοῦ γαμβροῦ σου, ἠπορημένη καὶ χρέος εἰς τὰ εἰσο δήματα ἐκείνης πολὺ καὶ ἀπορία εἰς πάντα. Καὶ ὁ αὐθέντης μου ὁ βα σιλεὺς νέος αὐθέντης καὶ θέλει καιρὸν εἰρηνικόν, νὰ ἐξοικονομήσῃ τὰ ἐκείνης· καὶ ἂν παραχωρήσῃ ὁ θεὸς νὰ νικηθῇ ἀπὸ τῆς νεότητος αὐτοῦ καὶ κακίας καὶ νὰ ὁρμήσῃ κατὰ τῆς Πόλεως, οὐκ οἶδα, τὶ νὰ γένηται; Ναί, ἂν εἶχεν εὐδοκήσειν ὁ θεός, νὰ ἀπέθνησκεν οὗτος, ὁ υἱὸς αὐτοῦ, ἰδοὺ εὐφρόσυνος κατὰ ἀλήθειαν ἀγγελία, ἐπεὶ ἄλλον οὐκ εἶχε καὶ ἀπὸ τῆς λύπης ἤθελε γενεῖν καὶ ἀσθενέστερος καὶ ὀλιγοχρονιώτερος· καὶ μέ σον τούτου ἤθελεν ἀναῤῥωσθῆναι καὶ τὸ ὁσπίτιον ἐκεῖνο καί, ἀποθανόν τος ἐκείνου, ἤθελεν ὑπάγειν εἰς προτίμησιν μεγάλην. Καὶ λέγει μοι· Σὺ ἦσαι καὶ τῶν φρονίμων καὶ τῶν πρώτων ἀρχόντων τοῦ ὁσπιτίου ἐκεί νου καὶ θέλεις γινώσκειν καὶ εἰς τὰ τοιαῦτα καλίω· ὅμως ὁ θεὸς δυνα τὸς ἔνι νὰ τὸ ποιήσῃ διὰ καλόν. Καὶ εἶπον· Οὕτως ἔνι, ὡς ὁρίζεις. Καὶ ἀπέμεινεν εἰς ἐκεῖνον.
31.1 Ἐγὼ δὲ ὡς ἤκουσα τοῦτο καὶ ὅτι ἡ γυνὴ τοῦ ἀμηρᾶ, ἡ θυγάτηρ δεσπότου Σερβίας, ἐντίμως καὶ καλῶς ἐπανέστρεψεν εἰς τοὺς γονεῖς αὑτῆς, ἐπεὶ ἐγὼ ἔμελλον μεῖναι εἰς τὴν Τραπεζοῦντα διὰ αἴτια πολ λά, πλεύσιμον δὲ ἀπερχόμενον εἰς τὴν Πόλιν, ἔστελλον καὶ ἄλογα καὶ παιδία δύο, ἅτινα ὁ βασιλεὺς Ἰβηρίας ἀπελθῶν περὶ τὸ Σαμαχὶν ἐκρού σευσε καὶ ἔστειλέ μοι χάριν, καὶ ἄλλα τινά, ἃ καὶ ἐχαρίσθημεν καὶ ἐκ τησάμεθα ἀλλοτρόπως· καθίσας ἔγραψα πρὸς τὸν αὐθέντην μου τὸν βα σιλέα, ὅσα καὶ εἰς τὴν Ἰβηρίαν ἔπραξα καὶ ὅσα εἰς τὴν Τραπεζοῦντα ὑποπτεύω, ὅτι μέλλω πράξειν, καὶ τὴν αἰτίαν τῆς ἐκεῖσε προσμονῆς. 31.2 Ἔγραψα καὶ ἑτέραν ἀναφοράν, περὶ ὧν μέλλω δηλώσειν· καὶ δοὺς τὰς γραφὰς ἑνὶ τῶν σὺν ἐμοὶ ἀρχοντοπούλων ἔστειλα αὐτὸν παραγγείλας, ὅτι τὴν μὲν μίαν δὸς τῷ αὐθέντῃ ἡμῶν βασιλεῖ, ὡσὰν προσκυνήσῃς αὐτῷ· καὶ διὰ στόματος πάντα καθ' ἡμᾶς ἀνάφερε· ἐπὶ δὲ τὴν αὔριον δὸς τὴν ἑτέραν. 31.3 Ἔγραφε δὲ οὕτως· Ἐγὼ ἔμαθον τὸν θάνατον τοῦ ἀμηρᾶ, φθά- σας ἐνταῦθα εἰς τὴν Τραπεζοῦντα, παρὰ τοῦ βασιλέως· ἔμαθον καὶ τῆς ἐξαδέλφης αὐτοῦ τῆς ἀμηρίσσας ἐπαναστροφὴν εἰς τὴν πατρίδα καὶ τοὺς γονεῖς αὐτῆς. Λοιπὸν συλλογισάμενος, φαίνεταί μοι κάλλιον καὶ ὠφέλι μον εἰς πολλὰ τὸ ἐκείνης, ἂν τὸ εὕρῃς νὰ τὸ πράξῃς παρὰ τὰ ἐνταῦθα. 31.4 Τέσσαρα γὰρ μόνον εὑρίσκω τὰ προσιστάμενα· τὸ ἔλαττον τοῦ γένους, τῆς ἐκκλησίας διὰ τὴν συγγένειαν, τὸ ὅτι εἶχεν ἄνδρα καὶ δ-ον ὅτι ἔνι χρόνου πλείονος καὶ ἔνι λογισμός, μήποτε ἐλθόντος καιροῦ τοῦ τεκεῖν παιδίον κινδυνεύσῃ, ὡς οἱ φυσικοὶ γράφουσιν, ὅτι ὡς ἐπὶ τὸ πλεῖ στον ἐπισυμβαίνει. 31.5 Λοιπὸν περὶ τοῦ πρώτου λέγω, ὅτι οὐδὲν ἔνι παράδοξον, ἐπεὶ οὐδὲν ἔνι ἐλάττονος γένους τῆς κυρίας μου καὶ ἀοιδίμου μητρός σου· περὶ τοῦ δευτέρου, καὶ ἂν ὅλως ἐλπίζωμεν, ὅτι τὸ τῆς Τραπεζοῦντος, ἂν γένηται, θέλει συγχωρήσει αὐτὸ ἡ ἐκκλησία, δοθέντων χρημάτων εἴς τε τὰς ἐκκλησίας καὶ εἰς τοὺς πτωχούς, πολλῷ μᾶλλον θέλει συγχωρή σει τὸ τοῦ δεσπότου Σερβίας, ὁποῦ τὸν ἐντρέπονται καὶ χρεωστοῦσι το σαύτας χάριτας καὶ ἡ ἐκκλησία καὶ ἱερομόναχοι καὶ μοναχοὶ καὶ μονα χαὶ καὶ πτωχοί. 31.6 Περὶ δὲ τοῦ τρίτου καὶ οὐδὲν ἔνι παράδοξον, ἐπεὶ καὶ ἡ δέσποι να κυρὰ Εὐδοκία ἄνδρα προεῖχε Τοῦρκον καὶ μικροῦ καὶ ὀλίγου τόπου αὐθέντην καὶ παιδία μετ' ἐκεῖνον ἐποίησεν· ἀπῆρε δὲ αὐτὴν εἰς γυναῖκαν ὁ πάππος σου. Αὕτη δὲ ἦν τοιούτου μεγάλου αὐθεντὸς γυνὴ καὶ οὐδὲ κἂν μετ' ἐκεῖνον, ὡς ἠκούομεν, ἔμεινε. Περὶ δὲ τοῦ δ-ου, καὶ τοῦτο ἂς ἔνι εἰς θεὸν καὶ ὡσὰν τοῦτο εὐδοκήσῃ. 31.7 Ἐπεὶ δὲ καὶ εἰς τὰ ἄλλα πάντα θέλει εἶσθεν συμφερώτερον καὶ οἱ γονεῖς περιχαρῶς θέλουν δέξεσθεν τοῦτο, στεῖλέ τινα ἢ τῶν τοῦ ὁσπι τίου σου ἢ τῶν μοναχῶν καὶ ἂς ἴδῃ τὶ περὶ τούτου· καὶ μηδὲν γένηται ἀναβολή, ἀλλὰ πρᾶξαι αὐτό. 31.8 Ἀποσωθέντων οὖν τῶν γραμματοκομιστῶν ἐν τῇ Πόλει τῇ κη-ῃ Μαΐου, τοῦ δὲ βασιλέως ὄντος εἰς χοιροκυνήγιον, ὡς ἐλαλήθη, ὅτι ἦλ θον οἱ εἰς τὴν Ἰβηρίαν, σχολάσας ἦλθεν οἴκοθεν, χαίρων διὰ τὴν τῆς Σερβίας δουλείαν, ὡς παρακατιὼν ὁ λόγος δηλώσει. 31.9 Ἔτυχε δὲ ὅτι τὴν αὐτὴν δὴ τῆς κη-ης ἑσπέραν φαίνεταί μοι καθ'