22
μεθ' ὃν Ἀμμένων ἐκ Παυτιβίβλων ἦρξε σάρους ιβʹ. μεθ' ὃν Μεγάλαρος ἐκ Παυτιβίβλων ἦρξε σάρους ιηʹ· εἶτα ∆αὼς ποιμὴν ἐκ Παυτιβίβλων ἐβασίλευσε σάρους ιʹ, ἐφ' οὗ δʹ διφυεῖς γῆν ἐκ θαλάσσης ἀνέδυσαν, ὧν τὰ ὀνόματα ταῦτα· Εὐέδωκος, Ἐνεύγαμος, Ἐνεύβουλος, Ἀνήμεντος. ἐπὶ δὲ τοῦ μετὰ ταῦτα Εὐεδωρέσχου Ἀνώδαφος.μεθ' ὃν ἄλλοι τε ἦρξαν καὶ Σίσουθρος ἐπὶ τούτοις, ὡς τοὺς πάντας εἶναι βασιλεῖς ιʹ, ὧν ὁ χρόνος τῆς βασιλείας συνῆξε σάρους ρκʹ. Καὶ περὶ τοῦ κατακλυσμοῦ παρόμοια μέν, οὐκ ἀπαράλλακτα λέγει οὕτως· μετὰ Εὐεδώρεσχον ἄλλοι τινὲς ἦρξαν καὶ Σίσιθρος, ᾧ δὴ Κρόνος προση μαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων ∆εσίου ιεʹ. κελεύει δὲ πᾶν ὅ τι γραμ μάτων ἦν ἐχόμενον ἐν Ἡλιουπόλει τῇ ἐν Σισπόροισιν ἀποκρύψαι. Σίσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ' Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ θεοῦ. τρίτῃ δὲ ἡμερέῃ ἐπείτε ὕων ἐκόπασε, μετίει τῶν ὀρνίθων, πείρην ποιεύμενος εἴ που γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦ σαν· αἱ δὲ ἐκδεκομένου σφέας πελάγεος ἀμφιχανέος ἀπορέουσαι, ὅκη κατορμίσονται παρὰ τὸν Σίσιθρον, ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι. ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν, ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς, θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι, τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα καὶ τοῖσιν ἐπιχωρίοις παρείχετο. Ἰδοὺ δὴ καὶ οὗτος ἐξηλλαγμένῃ τινὶ φράσει τὰ Μωυσαϊκὰ παραχαράξας 40 Κρόνον φησὶ κεχρηματικέναι τῷ Νῶε, ἤτοι Ξισίθρῳ, τῷ παρ' αὐτοῖς οὕτω καλεῖσθαι συμφωνηθέντι, τοῦ Κρόνου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμόν, ὡς δειχθήσεται, καὶ τὴν πυργοποιίαν γενομένου μοχθηροῦ τινος καὶ ἀλά στορος. Πρὸς τούτοις καὶ Ἀπολλόδωρος ὁμοίως τούτοις τερατευόμενος οὕτω λέγει· ταῦτα μὲν ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἄλω ρον ἐκ Βαβυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους ιʹ, καὶ καθεξῆς Ἀλά παρον καὶ Ἀμήλωνα τὸν ἐκ Παυτιβίβλων· εἶτα Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφ' οὗ φησι φανῆναι τὸν μυσαρὸν Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς ἐρυθρᾶς· ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι τῷ πρώτῳ ἔτει, οὗτος δὲ μετὰ σάρους μʹ, ὁ δὲ Ἀβυδηνὸς τὸν δεύτερον Ἀννήδωτον μετὰ σάρους κ ςʹ· εἶτα Μεγάλαρον ἐκ Παυτιβίβλων πόλεως, βασιλεῦσαι δ' αὐτὸν σάρους ιηʹ· καὶ μετὰ τοῦτον ∆άωνον ποιμένα ἐκ Παυτιβίβλων βασιλεῦσαι σάρους ιʹ. κατὰ τοῦτον πάλιν φησὶ φανῆναι ἐκ τῆς ἐρυθρᾶς Ἀννήδωτον δʹ τὴν αὐτὴν τοῖς ἄνω ἔχοντα διάθεσιν καὶ τὴν ἰχθύος πρὸς ἀνθρώπους μίξιν. εἶτα ἄρξαι Εὐεδώραγχον Παυτιβίβλων, καὶ βασιλεῦσαι σάρους ιηʹ. ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς ἄνθρωπον μίξιν, ᾧ ὄνομα Ὠδάκων. τούτους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥηθέντα κατὰ μέρος ἐξηγήσασθαι. περὶ τού του Ἀβυδηνὸς οὐδὲν εἶπεν. εἶτα ἄρξαι Ἀμεμψινὸν Χαλδαῖον ἐκ Λαράγχων· βασιλεῦσαι δὲ αὐτὸν ὄγδοον σάρους ιʹ. εἶτα ἄρξαι Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγχων, βασιλεῦσαι δὲ σάρους ηʹ. Ὠτιάρτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ιηʹ. ἐπὶ τούτου τὸν μέγαν κατα κλυσμόν φησι γεγενῆσθαι. ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς ιʹ, σάρους δὲ ρκʹ. Ταῦτά μοι ἐκ τῶν τὰ Χαλδαϊκὰ μεγαλαυχούντων Ἀλεξάνδρου τοῦ Πο λυίστορος καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου προσενήνεκται πρὸς ἔλεγχον τῆς ἀλόγου καὶ μυθώδους αὐτῶν δόξης καὶ ὠφέλειαν τῶν ἀναγινωσκόν των αὐτούς, καὶ τοὺς ἐπιμαρτυροῦντας αὐτοῖς τῶν ἡμετέρων ἱστορικῶν, καὶ διὰ τοῦτο μᾶλλον βλαπτομένους, ὥστε μὴ πείθεσθαι τοῖς λεγομένοις παρ' αὐτῶν ὡς ἀληθέσι. πρόκειται δὲ λοιπὸν καὶ περὶ τῆς τῶν Αἰγυπτίων δυναστείας μικρὰ διαλαβεῖν ἐκ τῶν Μανεθῶ τοῦ Σεβεννύτου, ὃς ἐπὶ Πτο 41 λεμαίου τοῦ Φιλαδέλφου ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ εἰδωλείων χρηματί σας ἐκ τῶν ἐν τῇ Σηριαδικῇ γῇ κειμένων στηλῶν ἱερᾷ φησι διαλέκτῳ καὶ ἱερογραφικοῖς γράμμασι κεχαρακτηρισμένων ὑπὸ Θῶθ τοῦ πρώτου Ἑρμοῦ, καὶ ἑρμηνευθεισῶν μετὰ τὸν κατακλυσμὸν ἐκ τῆς ἱερᾶς διαλέκτου εἰς τὴν Ἑλληνίδα φωνὴν γράμμασιν