22
μόνην ἡγήσασθαι διάνοιαν ἀξίαν ἑαυτῶν. ἐγὼ μὲν οὖν ἤδη πρὸς τὴν δίκην 1.66 χωρῶ· ἀλλ' εἰ μὲν καὶ αὖθις γένοιτο, θεοῦ διδόντος, ἀλλήλοις τε συγγενέσθαι καὶ τὴν ποθεινὴν ἀλλήλων ὄψιν ἰδεῖν, αὐτῷ χάρις· εἰ δ' ἕτερόν τι δέδοκται περὶ ἡμῶν, ἐγὼ μὲν ἀσπάζομαι ὑμᾶς τὰ τελευταῖα δὴ ταῦτα· ὑμεῖς δ' ἄξιοι φάνητε καὶ τῆς εὐγενείας καὶ τῆς ἀνδρίας.» Ἐπὶ τούτοις ἀμφοτέρων ἀποκρίνασθαι ὡρμημένων, τοῦ πρωτοστράτορος ἐπισχόντος, ὁ μέγας δομέστικος ἔφη· «τῶν λογικῶν ἀνθρώπων κατὰ τοῦτο τῶν ἀλόγων ὑπερεχόντων, ὅτι λόγῳ χρώμενοι τὰ δέοντα αἱροῦνται, οὐδὲν ἀναγκαιότερον οὐδὲ ὠφελιμώτερον τοῦ φιλίαν αἱρεῖσθαι ἡγοῦμαι. τοίνυν καὶ αὐτὸς, ὦ βασιλεῦ, τὴν σὴν φιλίαν ἐκ παιδὸς ᾑρημένος, καὶ εἰς τόδε χρόνου διατηρήσας αὐξανομένην, καὶ μέχρι ζωῆς ὅρων ἀκραιφνῆ καὶ καθαρὰν ἐλπίζω φυλάξειν. θάρσει τοιγαροῦν, ὦ βασιλεῦ, ὡς οὐ πρότερόν σοι τῶν ἀβουλήτων τι συναντήσει, πρὶν ἐμὲ πεσεῖν τῶν ἰδίων αἱμάτων ἐμπεπλησμένον. σὺ μὲν οὖν ἔχου τῆς προκειμένης ὁδοῦ τῇ παρὰ τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν τεκούσης βοηθείᾳ, ἔτι δὲ καὶ ταῖς εὐχαῖς τοῦ πρὸ μικροῦ παρὰ βασιλέως ἀπεσταλμένου τετειχισμένος. ἡμεῖς δ' ἐν τῷ ἐξωτέρῳ τοῦ, ἐν ᾧ ἡ δίκη γεννήσεται, μενοῦμεν οἴκῳ, τὰς ψυχὰς ὑπὲρ τῆς σῆς ὠφελείας ὄντες ἕτοιμοι προέσθαι, βίας ἐπαγομένης.» τοῖς αὐτοῖς δὲ τούτοις καὶ ὁ πρωτοστράτωρ εἰπὼν ἀρκεῖσθαι, ἀλλήλοις συνταξάμενοι, καὶ ὥσπερ περιπτυξάμενοι τελευταῖον, τῷ σταυρῷ τε καθοπλίσαντες ἑαυτοὺς, ἐχώρουν ἐπὶ τὴν δίκην ἀτρέπτῳ καὶ βεβηκότι καὶ σχήματι καὶ φρονήματι. 1.67 ιδʹ. Οἱ μὲν οὖν ἑταῖροι τοῦ βασιλέως ἔμειναν ἔξω· αὐτὸς δ' εἰσελθὼν τὸν οἶκον τῆς δίκης, τοῦ πάππου καὶ βασιλέως ἐπὶ τοῦ θρόνου καθημένου, αὐτὸς ἐπὶ τοῦ προειρημένου σκίμποδος ἐκαθέσθη. καὶ οἱ προσκληθέντες δὲ τῆς δίκης ἀκροαταὶ, ἐφ' ᾧ προσῆκεν ἕκαστος ἐκαθέσθησαν. ἦσαν δ' οὗτοι· Γεράσιμός τε ὁ πατριάρχης, χαρίτων μὲν θείων πεπληρωμένος καὶ τῆς μοναδικῆς πολιτείας εἰς ἄκρον ἐληλακὼς, πολιτικῶν δὲ πραγμάτων καὶ δημοσίων παντάπασιν ἀπείρως ἔχων· καὶ ὁ τὸν τῆς Φιλαδελφείας θρόνον κοσμῶν Θεόληπτος, καὶ αὐτὸς μὲν εἰς ἄκρον ἀρετῆς ἥκων, καὶ πολιτείας ἀκρίβειαν μοναδικῆς οὐ μόνον κατωρθωκὼς, ἀλλὰ καὶ ἑτέρους ἱκανῶς ἔχων διδάξαι· ἔτι δὲ καὶ φρονήσεως εὖ ἔχων, καὶ παιδείας τῆς ἔξωθεν οὐκ ὀλίγον μεταλαβών. ἀπὸ δὲ τῶν τῆς συγκλήτου παρῆσαν ὅ, τε μέγας λογοθέτης ὁ Μετοχίτης, ὃν ἐδήλωσε φθάσας ὁ λόγος, καὶ ὁ ἐπὶ τοῦ Κανικλείου Νικηφόρος ὁ Χοῦμνος, σοφὸς ἀνὴρ καὶ θαυμάσιος ἐν φρονήσει, πολλῆς τε ἀπολαύων πρὸς βασιλέως εὐνοίας τε καὶ τιμῆς· δι' ἣν καὶ τὴν αὐτοῦ θυγατέρα Εἰρήνην τῷ υἱῷ αὐτοῦ τῷ δεσπότῃ Ἰωάννῃ πρὸς γάμου κοινωνίαν ἤγαγεν ὁ βασιλεύς. ὃς δὴ πρότερον μὲν ἦν μεσάζων καὶ αὐτὸς πρὸς τὰ πράγματα βασιλεῖ, τότε δὲ ὑπὸ νόσου, ποδαλγία δὲ ἦν, τῆς μὲν ὑπηρεσίας ἐπέπαυτο, τιμῆς δ' ἀπέλαυε τῆς παρὰ βασιλέως πολλῆς. πρὸς τούτοις δὲ καὶ 1.68 ὁ Ἀκροπολίτης ἦν Κωνσταντῖνος, μέγας λογοθέτης ὢν καὶ αὐτός. ἐπ' ὀλίγον δὲ σιγῆς γενομένης, ὁ τῶν Ἀνδρονίκων πρεσβύτερος λόγου ἥπτετο βασιλεὺς τοιούτου· «δέσποτα πατριάρχα καὶ ὑμεῖς οἱ παρόντες, ὁ ἄνθρωπος οὗτος περὶ τοῦ ἐγγόνου δηλῶν, ἔστι μὲν σκληρὸς καὶ τοὺς τρόπους αὐθάδης· ἔτι δὲ καὶ παρήκοος, καὶ οὐδαμῶς ὑπείκων ἐμοὶ, ἀλλ' ἃ βούλοιτο πράττων, τοῦ ἡμετέρου λόγον θελήματος ποιούμενος οὐδ' ὀλίγον. διὰ τοῦτο»-μέχρι μὲν οὖν τούτου σιωπῶν βασιλεὺς ὁ νέος καθῆστο· τὸ «διὰ τοῦτο» δὲ ἀρχὴν ἀποφάσεως εἶναι νομίσας, «δέομαί σου, θειότατέ μοι καὶ κύριε βασιλεῦ» εἶπε «μικρὸν ἐπισχόντα, λόγου χρόνον ὀλίγον ἐμοὶ χαρίσασθαι· ἃ δὲ βούλομαι διεξελθόντι ὡς ἐν βραχεῖ, τοῦ λόγου τὸ λοιπὸν αὐτὸς περανεῖς.» τοῦ δ' ἐπιτρέψαντος ἃ βούλοιτο λέγειν, «τὸν θεὸν,» ὁ νέος Ἀνδρόνικος ἔφη, «τῶν παρόντων λόγων μάρτυρα προκαλοῦμαι, ὡς οὐδὲν ὧν ἐγκαλοῦμαι ἐμαυτῷ σύνοιδα εἰργασμένῳ. τὸ δ' αὐτὸ καὶ πρότερον ἐδήλωσα τῷ σῷ κράτει, τῷ θαυμασίῳ Ἰωσὴφ χρησάμενος πρεσβευτῇ. τοῦτο δὴ καὶ νῦν αὖθις διϊσχυρίζομαι, καὶ ὅρκοις πιστούμενος τοὺς λόγους, ὡς οὔτε νῦν οὔτε τότε τῶν ἐγκαλουμένων ἐμαυτῷ