22
εκαστος κομίζων θυμιατήριον οικοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δ' ὁμοίως παρίτω καὶ ̓Ααρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, ουπερ αν τὴν θυσίαν ἡδίω κρινεῖ ὁ θεός, ουτος εσται ὑμῖν ἱερεύς." ἐπῄνεσε ταῦτα τὸ πλῆθος, καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυσῆς δὲ πέμψας πρὸς ∆αθὰν καὶ ̓Αβειρὼν ἐνετέλλετο ηκειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλησαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλησίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησεν "ἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέσποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον οτι 1.55 οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ ̓Ααρών, χάνοι περὶ ∆αθάν τε καὶ ̓Αβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφ' ην ἑστήκασι γῆν· εἰ δ' ἀληθεύοιεν κατ' ἐμοῦ, οις ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι." ταῦτα ειπε δακρύων. καὶ σείεται μὲν ἀθρόον ἡ γῆ, σκληροῦ δὲ ῥαγέντος ηχου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ ουτως αυθις συνῆλθε τὸ διεστός. ἐπὶ τούτοις εφριξε μὲν ὁ λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους. καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι ανδρες τῶν ἐπισήμων καὶ ̓Ααρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατηρίοις καθήγιζον α ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, οιον αν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφ' ου οι τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ ̓Ααρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε καταθέσθαι βωμόν, ιν' ὑπόμνησις ωσι τῶν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις ηκειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερωσύνης ἐσομένης ουπερ αν τῇ βακτηρίᾳ σημεῖον γένηται ἐκ θεοῦ. κομίζουσιν ουν οι τε αλλοι καὶ ̓Ααρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. ας ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δ' ἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἱ μὲν αλλαι οιαίπερ ἐτύγχανον εμενον, ἡ δὲ ̓Ααρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν δὲ καρπὸν ἡ μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, 1.56 ἀμύγδαλα δὲ ̓Ιώσηπος. ἐξεπλάγησαν ουν πάντες, τρὶς τὸν ̓Ααρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλή, ινα μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χαναναίαν κτησαμένους τοὺς ̔Εβραίους ὀκτὼ καὶ τεσσαράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐτοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ αλλα δὲ πλεῖστα χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ων τὸ καθ' εκαστον ὁ ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύξας εὑρήσει. Ταῦτα δὲ διατάξας Μωυσῆς ἐπὶ τὴν ̓Ιδουμαίαν ηλθε μετὰ τῆς στρατιᾶς καὶ ἠξίου παρελθεῖν δι' αὐτῆς. τῆς χώρας δ' ὁ βασιλεὺς προϋπήντα μετὰ ἐνόπλου στρατιᾶς τῷ Μωυσῇ. καὶ ος διὰ τῆς ἐρήμου ἐχώρει, μὴ αρχειν μάχης συμβουλεύοντος τοῦ θεοῦ. τότε καὶ Μαριάμμη τέθνηκε τοῦ Μωυσέως ἡ σύγγονος, μετὰ τεσσαρακοστὸν ετος τῆς ἐξ Αἰγύπτου ἐξόδου. τὸν δὲ λαὸν ἀπῆγε διὰ τῆς ἐρήμου καὶ τῆς ̓Αραβίας· ενθα καὶ ̓Ααρὼν ἐτελεύτησεν εἰς ορος ἀνελθὼν ὑψηλὸν καὶ τὴν ἀρχιερατικὴν στολὴν παραδοὺς τῷ υἱῷ ̓Ελεάζαρ, τοῦ πλήθους ὁρῶντος, ετη βιοὺς ἑκατὸν πρὸς εικοσι καὶ τρισίν. ἐλθὼν δὲ Μωυσῆς ἐπὶ τὴν Μωαβιτῶν καὶ ̓Αμορραίων χώραν τῷ στρατῷ δίοδον ῃτει. Σηὼν δὲ τῆς χώρας ὁ βασιλεὺς διαβαίνειν τοὺς ̔Εβραίους ἐκώλυε, καὶ τοῦ θεοῦ σημήναντος νίκην ἐρομένῳ τῷ Μωυσῇ, τὰς πανοπλίας ἀναλαβόντες ̔Εβραῖοι πρὸς μάχην ἐχώρουν. τρέπον1.57 ται δ' αὐτίκα οἱ ̓Αμορραῖοι καὶ απαντες διεφθάρησαν, πέπτωκε δὲ καὶ Σηὼν ὁ βασιλεὺς αὐτῶν. καὶ τὰς πόλεις ειλον καὶ τὴν γῆν ἐκείνων παρέλαβον. ἐπιτίθεται δὲ τοῖς ̓Ισραηλίταις καὶ Ωγ ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς σύμμαχος ἐλθὼν τῷ Σηὼν ηδη ἀπολωλότι. αὐτός τε ουν θνήσκει κατὰ τὴν μάχην καὶ ὁ στρατὸς αὐτοῦ