22
περνάσω νήσων ἐπὶ τηλεδαπάων. παράγωγον αιρνυμι καὶ αιρνυμαι· καὶ ἀποβολῆ τοῦ ˉρ αινυμαι. Αἰνῶ. τὸ παραιτοῦμαι σημαίνει καὶ τὸ ἐπαινῶ. Αἰνοίην. ἀντὶ τοῦ συνκατένευσα. Αἰόλλει. ποικίλλει, στρέφει, πλανᾷ. Αἰωνίζει. διαπαντὸς μένει. Αἰωροῦμαι. ἐν ἀέρι φέρομαι. αἰώρα γὰρ ἡ κρεμάστρα καὶ ἡ ἀγχόνη ηγουν ἡ φούλκα. Αἰωρηθέντεσ. κρεμασθέντες, μετεωρισθέντες. καὶ αἰώρημα, καὶ αἰωρήσεις, καὶ αἰωροῦνται. εἰς ον τὰ τῶν Καρχηδονίων αἰωροῦνται πράγματα. Αἰονῶ. τὸ βρέχω. alpha.93 Αιρεσθαι. προσενέγκασθαι. οὐ σῖτον αιρεσθαι, οὐχ υπνου λαχεῖν μέρος. Αιρε. πρόσφερε. Ομηρος· μή μοι αινον αειρε- καὶ ̓Αριστοφάνης· αιρ' αιρε μάζαν ὡς τάχιστα κανθάρῳ. Αἱρηθέν. θεληθέν. Αἱρεύμενον. λαμβάνοντα, ἀφαιροῦντα, αιροντα. παρὰ τὸ αἱρῶ τὸ λαμβάνω. αἱρῶ ουν, αἱρούμενον, καὶ τροπῇ αἰολικῇ αἱρεύμενον. Αἱρετίζω. τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ τὸ προαιροῦμαι. ἐξ ου καὶ αἱρετισάμενος. Αἰρεῖ. φονεύει, ἀναιρεῖ. Σοφοκλῆς· -πόλεμος γὰρ οὐδέν' ανδρ' ἑκὼν αιρει πονηρὸν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. σημαίνει δὲ καὶ τὸ καταλαμβάνει. Αιρειν. αυξειν, η τράπεζαν παρατιθέναι, η αιρειν. *καὶ τὸ ἀναρτᾷν· ὡς τό· εως πότε τὴν ψυχὴν ἡμῶν αιρεις; ο ἐστι αἰωρεῖς μέσον πίστεως καὶ ἀπιστίας. Αἱρεῖσ. δοξάζεις, ἡγῇ. καὶ ἐκ τοῦ θεολόγου· καὶ ὁ λόγος αἱρεῖ μὴ τιθέναι πρόσκομμα. Αἱρεῖσθαι. ἐργάζεσθαι. Αἱρῇ. βούλει. ἐπείπερ αὐτὸς αἱρῇ λέγειν. Αἱρήσομαι. βουλεύσομαι. Αἱρησάμενοσ. βουλευσάμενος. Αἱρήσασθαι. λαβεῖν. Αἱρήσεται. λήψει. Αἱρήσειν. κρατήσειν, συλλαβεῖν, ἑλκύσαι, πορθῆσαι, χειρώσασθαι. alpha.94 Αἱρήσομαι. λήψομαι, σκέψομαι, βουλεύσομαι. Αἱρείτω. κατασχέτω. Αἱρόμενοσ. φερόμενος. αἰρούμενος· βουλόμενος, ἑλόμενος. καὶ δεῖπνον αἱρουμένοις. Αἱρῇ. ἀντὶ τοῦ λαμβάνεις, μετέχεις. σῖτον τὲ αἱρῇ τὸν αὐτὸν ἐκείνοις, καὶ πόμα παραπλήσιον. Αἱρετιεῖ. προτιμότερον ἡγήσεται. Αἰρόμενοσ. ἐπαιρόμενος, κουφιζόμενος. Αἰσιμῶ. τὸ καταναλίσκω. Αἰσθήμην. νοησαίμην. Αισθω. ἀπὸ τοῦ ἀΐω ῥήματος, τοῦ σημαίνοντος τὸ ἐκπνέω, γίνεται παράγωγον ῥῆμα αϊστος, ἐκ τούτου ἀϊστῶ, καὶ τροπῇ τοῦ τ εἰς θ ἀΐσθω, ἡ μετοχὴ ἀΐσθων, καὶ κατὰ συναίρεσιν αισθω. ουτως καὶ ἀπὸ τοῦ ἐγείρω ἐγερτὸς, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω. Αἰσθάνεσθαι. τοῦτο δύο σημαίνει, τὸ κατὰ δύναμιν καὶ κατ' ἐνέργειαν. αἰσθάνεσθαι τοίνυν λέγονται οἱ κοιμώμενοι, δύναμιν εχοντες τοῦ αἰσθάνεσθαι. Αισθεσθαι ἐνεστώς ἐστι· αἰσθέσθαι δὲ ὑπερσυντελικός. αισθεσθαι δὲ καὶ αἰσθάνεσθαι διαφέρει. τὸ γὰρ αισθεσθαι ὑπὲρ τοῦ ἀκριβῶς εἰδέναι τί· τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν τί. καὶ περὶ μὲν τοῦ αισθεσθαι φησὶν ̓Αντιφῶν· ετι δὲ καὶ πλείω ἡμᾶς ἠσθημένος ἠδικημένους. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν, καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας· οιμαι τοίνυν καὶ ἡμᾶς ἐκεῖνο αἰσθάνεalpha.95 σθαι, οτι ̓Αλκιβιάδης οὐκ αλλο τι κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. Αἰσθάνομαί σου. τὸ τῆς αἰσθήσεως ἐπιλαμβάνομαι. Αἰσθόμενοι. νοήσαντες. οἱ δὲ τὴν προθυμίαν τοῦ Καίσαρος ἰδόντες καὶ τὰ εργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι. Αισθων. αἰσθανόμενος, βασανιζόμενος, η ἐκπνέων. Αἰσχύνει. αἰκίζεται, λυμαίνεται. Αἰσχύνομαι. αἰδοῦμαι. ταῖς προτέραις ἁμαρτίαις αἰσχύνομαι. Αἰτιῶμαι. γενικῇ καὶ αἰτιατικῇ. οτε μὲν γενικῇ συντάττεται, τοιοῦτόν ἐστιν, οιον αιτιον ἀποφαίνω· οτε δὲ αἰτιατικῇ, οιον μέμφομαι. Αἰτήσασθαι. τὸ χρήσασθαι. ἀνδρὸς τίτθην, ην αν τις ὑμῶν παιδίον ᾐτήσατο. Αἰτίζων. ἀντὶ τοῦ αἰτῶν, ποιητικῶς. αἰτίζων ἀκόλους, οὐκ αορας ουτε λέβητας. Αἰτῶν. εἰς ἀεὶ εξων. αἰτούμενος δὲ, λαβὼν καὶ αυθις ἀποδώσων. Αἰχμάσουσι. δορατομαχήσουσι, νικήσουσι. ̓Αϊχθήτην. ωρμησαν. Αἰχμαλωτίζοντεσ. ἀντὶ τοῦ αἰχμαλώτους ἐκ alpha.96 τῆς τοῦ πονηροῦ τυραννίδος λαμβάνοντες, ἀπὸ δουλείας εἰς ἐλευθερίαν. καὶ ὁ ̓Απόστολος· αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. ( ̓Επίῤῥημα.) Αι. ψιλούμενον καὶ περισπώμενον τὸ οφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αιθε· δασυνόμενον δὲ καὶ βαρυνόμενον, αρθρον θηλυκὸν καὶ ἀναφορικόν· οιον αι καὶ αιτινες. σημαίνει δὲ καὶ ἐπίῤῥημα