1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

22

ἡσυχῆ δέ πως ἑαυτὰς ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ Θεοῦ, ἔνιαι μὲν εἰς τὸ παντελὲς ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι, καὶ τὸ τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω, μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς γνώσεως. 1.8.1 Οὕτως οὗτος οὖν ὁ Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου εἰσηγήσατο αὐτὸν Σιγῆς, ἑαυτὸν μονώ τατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων αὐτῷ, del. αὐτῷ, τὸ τοῦ ὑστερήματος κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. Αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τούτων l. τόπων Τετράδα κατεληλυθέναι σχή ματι γυναικείῳ πρὸς αὐτὸν, ἐπειδή, φησι, τὸ ἄῤῥεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνύσαι αὐτὴ τί ἦν, Hipp. αὐτὴν ἥτις ἦν καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὐδὲ Θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ Hipp. μόνῳ διηγήσασθαι, οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ Πατὴρ ὤδινεν l. ᾧ Πατὴρ οὐδεὶς ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄῤῥεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄῤῥητον supple ex Hipp. ῥητὸν γεννηθῆναι Hipp. γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ὑπέδειξεν Hipp. ἐπέδ. αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. Ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχὴ, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων. Ἐπισυνῆψε Hipp. ἔπειτα συνῆψε τὴν δευτέραν· καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων. Ἑξῆς ἐλάλησε τὴν τρίτην· καὶ ἦν καὶ αὐτὴ στοιχείων δέκα. Καὶ τὴν μετὰ ταῦτα ἐλάλησε· καὶ ἦν καὶ αὐτὴ στοιχείων δεκαδύο. Ἐγένετο οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. Ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα, καὶ ἴδιον χαρακτῆρα, καὶ ἰδίαν ἐκφώνησιν, καὶ σχήματα, καὶ εἰκόνας ἔχειν, καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφὴν, οὗπερ αὐτὸς Hipp. αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκει γινώσκειν αὐτὸν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὑτοῦ ἕκαστον ἐκφώνησιν πολιορκεῖ, Hipp. γινώσκειν ἀλλὰ ὁ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα, τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν. Ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου, τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν, καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρι ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἑκάστου Hipp. ἐσχάτου στοιχείου μονογλωσσήσαντος καταστῆσαι Hipp. μονογλωττήσαντι καταντῆσαι. Τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα, μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. Τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφὰς, ἃς ὁ Κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ Πατρός. 1.8.2 Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ ῥητὰ καὶ κοινὰ Η. κοινὰ καὶ ῥητὰ, Αἰῶνας καὶ λόγους, καὶ ῥίζας, καὶ σπέρματα, καὶ πληρώματα, καὶ καρποὺς ὠνόμασε. Τὰ δὲ καθ' ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς Ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη. Ὡς l. ὧν στοιχείων τοῦ ἐσχάτου Η. στοιχείου τὸ ὕστερον l. ὕστατον γράμμα φωνὴν προήκατο τὴν αὑτοῦ· οὗ suppl. ὁ. Η. ἦχος ἐξελθὼν κατ' εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧν τά τε ἐνταῦθα κατακεκοσμῆσθαί Hipp. διακεκ. φησι, καὶ τῶν τὰ Η. πρὸ τούτων γεγενῆσθαι. Τὸ μέν τοι γράμμα αὐτὸ, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ καὶ τὸ κάτω, Η. ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. Τὸ δὲ στοιχεῖον αὐτὸ ἀφ' οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, ὃ dele ὃ γραμμάτων εἶναί φησι τριάκοντα, καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι' οὗ Η. l. ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται· καὶ αὖ πάλιν τὰ ἕτερα δι' ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δι' ἄλλων· ὡς Η. l. ὥστε εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. Οὕτω δ' ἂν σαφέστερον μάθοις τὸ λεγόμενον· 1.8.3 Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτὸ