καὶ περὶ τοῦ γενομένου οὐρανοῦ· τὸν μὲν πεποιημένον οὐρα νόν, ὃν καὶ στερέωμα ὠνόμασεν, τοῦτον εἶναι τὸν γενόμενον αἰσθητόν, ἕτερον δὲ εἶναι τὸν νοητόν, περὶ οὗ ὁ προφήτης ἔφη· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ περὶ ἀνθρώπου δὲ ὁμοίως· πρό τερον μὲν ὀνόματος ἀνθρώπου μέμνηται Μωϋσῆς, εἶτα μετὰ τὰ πολλὰ τῶν κτισμάτων περὶ πλάσεως ἀνθρώπου πεποίη ται μνήμην, οὕτω λέγων· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω πον, χοῦν ἀπὸ τῆς γῆς. Ὠιήθη γοῦν τὸν μὲν πρότερον ὀνο μασθέντα ἄνθρωπον προϋπάρχειν τοῦ γενομένου, τὸν δὲ ἐκ τῆς γῆς πλασθέντα ὕστερον κατὰ τὸ προϋπάρχον εἶδος γεγε νῆσθαι. Ὅτι δὲ ἐκ γῆς ἄνθρωπος πέπλασται, καὶ Ὅμηρος ἀπὸ τῆς παλαιᾶς καὶ θείας ἱστορίας μαθών, τῆς λεγούσης Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, τὸ ἄψυχον τοῦ Ἕκτορος σῶμα κωφὴν ὀνομάζει γῆν. Ἔφη γάρ που κατὰ τοῦ Ἀχιλλέως μετὰ θάνατον τὸ τοῦ Ἕκτορος σύροντος σῶμα· Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζεις μενεαίνων. Καὶ αὖθις ἀλλαχοῦ που τὸν Μενέλαον λέγοντα τοῖς μὴ ἑτοίμως δεξαμένοις τὴν τοῦ Ἕκτορος περὶ τῆς μονομαχίας πρόσκλησιν· Ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε! δι' ὑπερβάλλουσαν ὀργὴν εἰς τὴν ἀρχαίαν αὐτοὺς ἐκ γῆς ἀνα λύων πλάσιν. Ταῦτα ἀπὸ τῶν ἀρχαίων ἱστοριῶν ἐν Aἰγύπτῳ μεμαθηκότες Ὅμηρος καὶ Πλάτων ἐν τοῖς ἑαυτῶν γεγράφασι λόγοις. Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ὁ Πλάτων πτηνὸν ἅρμα ἐλαύνειν τὸν ∆ία ἐν οὐρανῷ λέγει, εἰ μὴ ταῖς τῶν προ φητῶν ἐντυχὼν ἱστορίαις; Ἔγνω γὰρ ἀπὸ τῶν τοῦ προφήτου ·ητῶν περὶ τῶν Χερουβεὶμ οὕτως εἰρημένων· Καὶ ἐξῆλθεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ Χερουβείμ, καὶ ἀνέ λαβεν τὰ Χερουβεὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχό μενοι αὐτῶν, καὶ δόξα κυρίου θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτοῖς ὑπερά νωθεν. Ἔνθεν ὁρμώμενος ὁ μεγαλόφωνος Πλάτων μετὰ πολ λῆς παῤῥησίας βοᾷ λέγων· Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων. Ἐπεὶ πόθεν ἄλλοθεν μεμαθηκὼς ταῦτα γέγραφεν, εἰ μὴ παρὰ Μωϋσέως καὶ τῶν προφητῶν; Πόθεν δὲ τὴν πρόφασιν εἰληφὼς καὶ ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι ἔφη; Oὐκ ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν ἱστορίας, ἔνθα γέγραπται· Oὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος· καὶ μετὰ τὸν συσ σεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς; Ἀλλ' ἐκεῖνα μὲν κατ' ἀναγωγὴν μετὰ πολλῆς θεωρίας τοῖς θεοσεβέσι νοεῖν ἀναγκαῖον· Πλάτων δέ, οὐ μετὰ τῆς προσηκούσης θεωρίας προσέχων τοῖς ·ητοῖς, ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι ἔφη. Eἰ δέ τις καὶ περὶ τῆς ἄνωθεν παρὰ θεοῦ κατιούσης ἐπὶ τοὺς ἁγίους ἄνδρας δωρεᾶς, ἣν πνεῦμα ἅγιον ὀνομάζουσιν οἱ ἱεροὶ προφῆται, ἀκριβῶς σκοπεῖν ἐθέλοι, εὕροι ἂν καὶ ταύτην ὑπὸ Πλάτωνος ἐν τῷ πρὸς Μένωνα λόγῳ δι' ἑτέρου