γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐλθὼν δὲ εἰς τὴν παροῦσαν ταύτην ἀπόκρισιν, ἐν ᾗ πειρᾶται δεῖξαι τὸν κόσμον ἀγένητον, πρῶτον μέμνηται τῶν παλαιῶν, γενητὸν εἰρηκό των τὸν κόσμον· οὓς δικαίας μέμψεως ἔλεξεν ἀξίους, γενητὸν τὸν κόσμον εἰρηκότας, εἰ μὴ ταῖς ἑτέραις αὑτῶν φωναῖς τὰς οἰκείας αὑτῶν φωνὰς ἀνέτρεψαν, λεγούσας τὸν κόσμον γενητόν. Τοῦτο δὲ οὐ δικαίας ἐστὶ μέμψεως ἀπαλλακτικόν, ἀλλὰ ποιητικὸν μᾶλλον τῆς μεγάλης καὶ δικαίας μέμψεως, τὸ θεῖ ναι ἐπὶ τῆς τοῦ κόσμου γενέσεως τὴν φάσιν καὶ τὴν ἀπόφασιν, καὶ τὸ τοῖς οἰκείοις λόγοις μάχεσθαι αὐτοὺς ἑαυτοῖς. Καὶ ταῦτα μὲν εἰρήσθω εἰς ἔλεγχον τοῦ μὴ δικαίως κεχρῆσθαι τὸν ἀποκρινάμενον ταῖς ἀλλήλαις μαχομέναις φωναῖς, πρὸς ἀπό δειξιν συστατικὴν τοῦ τὸν κόσμον εἶναι ἀγένητον. Ἡμεῖς δὲ ἐξετάσωμεν τὰς τῶν παλαιῶν ἐκείνων φωνάς, ἐν αἷς δε δειγμένως τὸν κόσμον ἀγένητον ἀποφαίνουσι, καθά φησιν ὁ ἀποκρινάμενος. Ὅτι δέ, φησί, καὶ ἐκ τούτου τοῦ λόγου δείκνυται ὁ κό σμος ἀγένητος, καὶ τοῦτο παντί που δῆλον. Ἀλλὰ καὶ εἴ τις ἐθέλοι λέγειν ὥς τινες τῶν παλαιῶν τὸν κόσμον γενητὸν καλοῦσιν, εἰ μὲν ἐπιπολαίως προσέχουσι τοῖς λόγοις, μέμ ψοιντο ἂν δικαίως τοὺς τοῦτο λέγοντας· εἰ δὲ τὸ βάθος κατα νοήσουσιν ἀκριβῶς τῶν λεχθέντων, εὑρήσουσιν ἀκριβῶς καὶ σαφῶς ἀγένητον τούτους τὸν κόσμον ἀποφαινομένους. Aὐτοὶ γάρ, λέγοντες τήν τε παραδειγματικὴν καὶ ποιητικὴν αἰτίαν ἀγένητον εἶναι, δῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τού των ὄντα, σαφῶς ἀγένητον ἀποφαίνουσιν. Eἰ κεῖται τοῖς πα λαιοῖς τὸ γενητὸν εἶναι τὸν κόσμον, καὶ ἐπιπολαίως μὲν νοούμενον τὸ κείμενον μένει ἀμετάβλητον, βαθέως δὲ νοού μενον εἰς τὸ ἀντικείμενον μεταπίπτει, διὰ τί μὴ τὴν παρα δειγματικήν τε καὶ ποιητικὴν αἰτίαν, τὴν κειμένην τοῖς πα λαιοῖς, ταῖς ὁμοίαις προσοχαῖς τοῦ ἐπιπολαίως τῷ βαθέως χρησαμένου εἰς ἀντικείμενον μεταβαλλομέναις χρησάμενος ὁ ἀποκρινάμενος τὸν γενητὸν κόσμον, τὸν κείμενον τοῖς παλαιοῖς, εἰς τὸν ἀγένητον μετέβαλεν, ἵνα τοὺς τοῦτο εἰρηκότας δικαίας μέμψεως ἀπαλλάξῃ; Eἰ δὲ τοῦτο ποιεῖν ἄτοπον, χρὴ ταῖς τῶν πραγμάτων φύσεσι νοῆσαι τῶν παλαιῶν τοὺς λόγους, καὶ μὴ ταῖς διαφόροις προσοχαῖς μεταβαλλούσαις τὰ κείμενα εἰς τὰ ἀντικείμενα. Eἰ ἄλλο τὸ παράδειγμα καὶ ἄλλο τὸ κατὰ τὸ παράδειγμα (ἁπλοῦν γὰρ τὸ παράδειγμα, σύνθετον δὲ τὸ κατὰ τὸ παράδειγμα), τὸ δὲ οὕτως ἄλλο καὶ ἄλλο ἐξ ἀνάγκης ἄλ λοτε καὶ ἄλλοτε, τὸ δὲ ἄλλοτε καὶ ἄλλοτε, πρότερον καὶ ὕστε ρον, οὐ δύναται ἅμα εἶναι τῇ φύσει, οὐκ ἄρα ἅμα τῇ φύσει τὸ παράδειγμα καὶ τὸ κατὰ τὸ παράδειγμα. Ὁ ἀποκρινάμενος ποτὲ μὲν κοινὸν δημιούργημα λέγει τὸν κόσμον τῆς τε παρα δειγματικῆς αἰτίας καὶ τῆς ποιητικῆς, καί φησι· ∆ῆλον ὅτι καὶ τὸν κόσμον, δημιούργημα τούτων ὄντα· ποτὲ δὲ τῆς μὲν ποιητικῆς δημιούργητα, τῆς δὲ παραδειγματικῆς εἰκόνα. Καὶ