Ἐρώτησις να. Eἰ ἄτρεπτον τὸ θεῖον, πῶς βλασφημούμενον καὶ εὐφη μούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις τῆς ἑκατέρων πράξεως πολλάκις ἀξίας ἀπέδωκεν; Ἀπόκρισις. Μένων ὁ θεὸς ἐν τῇ οἰκείᾳ αἰσθήσει τε καὶ δικαιοσύνῃ ἀτρέπτως ἑκάστῳ τὰ κατ' ἀξίαν ἀποδίδωσιν· οὐ μὴν κατὰ παρατροπὴν τοῦτο ποιεῖ εὑρών, ἀλλ' ἀεὶ ἐσχηκὼς ἔχει τὸ ἐν τούτοις ἄτρεπτον· καὶ ἔχων ἐν ἴσῃ τάξει ἔχει περί τε βλασφή μους καὶ τοὺς ὑπὸ ἀναισθησίας κατεχομένους ἢ ἀδικίας, ἅπερ ἐστὶ τὰ ἀλλότρια. Ἐρώτησις νβ. Eἰ εὐσεβεῖ ζήλῳ κινούμενος ὁ Σαοὺλ τὰς ἐγγαστριμύ θους ἀνεῖλε, διὰ τί συνηλάθη ὥστε παρὰ ἐγγαστριμύθου ζη τῆσαι πρόῤῥησιν; Καὶ εἰ τῷ ὄντι ἐκείνη τὸν Σαμουὴλ ἀνήγαγεν, ἐπειδὴ τοῦτό φησιν ἡ γραφή; Καὶ ὅτι ἀληθεύει μὲν αὕτη, τὸ δὲ πρᾶγμα ἀσεβὲς δῆλον. Ἀπόκρισις. Ὁ ζήλῳ θείῳ ποιῶν τι οὗτος οὐ θεομαχεῖ. Ὑπόνοιαν δὲ ὁ Σαοὺλ ἐσχηκὼς εἰς τὸν ∆αυΐδ, ὡς εἰς αὐτὸν μετέθηκεν ὁ θεὸς τὴν αὐτοῦ βασιλείαν, παντελῶς ἐμηχανᾶτο ἀναιρεῖν τὸν ∆αυΐδ, ἵνα εἰς ἔργον μὴ ἐκβῇ ἐπ' αὐτὸν ἡ θεία ψῆφος. Ἀνεῖλε δὲ τὰς ἐγγαστριμύθους, τούτῳ προσδοκήσας διαλλάξαι τὸν θεόν, ὥστε ἀναστρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασι λείας οἰκείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μι σῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν· καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπι δεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιήσατο τὴν ἀναίρεσιν. Τὰ δὲ ἄλλα πάντα ὑπὸ τῆς ἐγγαστριμύθου γεγονότα κατὰ τὴν ἐνέρ γειαν τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουήλ. Ἡ δὲ ἀλήθεια τῶν ·ημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δή λωσιν. Καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαοὺλ τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις, δι' ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, καὶ πιστεύσας ὁ Ἀχαὰβ καὶ πλανηθεὶς ἀπῆλθεν εἰς τὴν Ῥεμ μὰθ καὶ ζῶν οὐκ ἀνέκαμψεν. Ἐρώτησις νγ. Eἰ ἄρσεν καὶ θῆλυ ἕνεκεν τῆς παιδοποιΐας ἐκτίσθη, τῆς ἀναστάσεως γινομένης ἆρα ἀνίστανται οἱ ἄνθρωποι τὴν τῶν παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; Καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα;