1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

22

καλουμένην τύχην ἢ εἱμαρμένην, ἥτις πάντα ἀλλοιοῖ καὶ ἐπὶ τῶν αὐτῶν οὐκ ἐᾷ μένειν. ἡ δὲ εἱμαρμένη ἐστὶ καὶ ἡ εἱμαρτὴ ἐνέργεια ἢ αὐτὸς ὁ θεὸς ἢ ἡ μετ' ἐκείνην τεταγμένη κατὰ πάντων οὐρανίων τε καὶ ἐπιγείων μετὰ τῆς ἀνάγκης τάξις. καὶ ἡ μὲν αὐτὰς κύει τὰς ἀρχὰς τῶν πραγμάτων, ἣ δὲ καταναγκάζει καὶ τὰ τέλη γίνεσθαι· ταύταις δὲ ἀκολουθεῖ τάξις καὶ νόμος καὶ οὐδὲν ἄτακτον». ὅτι κατὰ τὰ Ἑρμοῦ δόγματα μᾶλλον ὁ Πορφύριος δοκεῖ λέγειν περὶ τύχης, λέγων οὕτω· «τὴν τύχην οἱ παλαιοὶ τῷ ἑπτὰ ἀριθμῷ συνῆπτον, ὡς τὴν τῶν ἑπτὰ ἐπίκλωσιν ἔχουσαν, ὅσα εἰς τὸ ζῶον καὶ τὴν ἐκτὸς τούτου ἐνέργειαν ἀπ' αὐτῆς ἐπικλώθεται ταύτης κυρίας πάντων γινομένης». καὶ τὸν καιρὸν δὲ τῇ τύχῃ προσνέμουσι, διότι ὁ καιρὸς ἐν τοῖς πράγμασι καὶ εὐστοχία ἑκάστου πρὸς τὸ ὑποκείμενον. ὁ δὲ Πρόκλος ἐν ὑποτυπώσει τῆς Πλατωνικῆς φιλοσοφίας περὶ τῶν τῆς ψυχῆς δογμάτων ταῦτα λέγει· «οἱ μὲν ἡλιακοὺς ἔλαχον δαιμόνων ἡγεμόνας, οἱ δὲ σεληνιακούς, ἄλλοι δὲ ἄλλους. πρὸς τοίνυν τὴν φύσιν τῶν ἡγεμόνων πρόεισιν ἀνθρώποις τὰ εὐτυχήματα· διὰ γὰρ μέσων αὐτῶν ἀπὸ τῶν θείων εἰς ἡμᾶς διαπέμπεται τὰ ἀγαθὰ κατ' ἀξίαν». καὶ μάρτυς ὁ Εὐριπίδου Πηλεύς· θεοῦ γὰρ ἐκτὸς οὐδεὶς εὐτυχεῖ βροτός. Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι; οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεοῦ. Ῥωμαῖοι δὲ μηδὲν ἕτερον παρὰ τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν εἶναι νομίζοντες αὐτὴν καὶ μόνην τῶν πάντων ἡγεῖσθαι νενομίκασι, Φορτοῦναν αὐτὴν ἀπὸ τῆς φορᾶς ἐμφερῶς ὀνομάσαντες. δῆλον δὲ ὅτι ὁ μὲν Πλάτων κατὰ τὴν ἔνθεον αὐτοῦ ἀφέλειαν μέμνηται ἀπολύτως τοῦ τύχης ὀνόματος, οὐ μὴν θεολογῶν ἐν τάξει θεῶν τίθησι αὐτήν. Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ πάντες οἱ κατ' αὐτοὺς οὐδὲ εἶναι αὐτὴν ἀξιοῦσι φάσκοντες· εἰ ἔστιν ἀρετή, οὐκ ἔστι τύχη· ἄνω γὰρ καὶ κάτω τὰ τῆς τύχης ἐν τοῖς ἀνθρωπίνοις γυμνάζεται πράγμασι, πλούτῳ δὲ καὶ δυνάμει καὶ διαφερόντως ἀδικίᾳ· οἱ δὲ πρὸς ἀρετὴν ἔχοντες καὶ θεοῦ μεμνημένοι καὶ κρείττονας ἐπὶ τῶν ἀΰλων καὶ μακαρίων πραγμάτων ἐλπίδας σαλεύοντες καταφρονοῦσι τῶν τῇδε καλῶν· οὐδὲν γὰρ ἀσφαλές ἐστι τῆς τύχης, ὡς Εὐριπίδης ἐν Ὑψιπύλῃ. Ὦ θνητὰ παραφρονήματ' ἀνθρώπων· μάτην οἵ φασιν εἶναι τὴν τύχην ἀλλ' οὐ θεούς· εἰ γὰρ τύχη μὲν ἔστιν, οὐδὲν δεῖ θεοῦ, εἰ δ' οἱ θεοὶ σθένουσιν, οὐδὲν ἡ τύχη. εἰκαῖον γάρ τι καὶ ἀνούσιον τὸ τῆς τύχης ὄνομα. τὰ τῶν ἀνθρώπων πράγματα κλίμακι πέφυκεν ἐξομοιοῦ σθαι διὰ τὴν ἀνώμαλον αὐτῶν φοράν· «ἐν μιᾷ γάρ», ὡς ἔφη τις, ἡμέρᾳ τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δ' ἦρ' ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ' ἡμῖν, ἀλλὰ παντοίαις μεταβάλλοντος τροπαῖς. ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δὲ ἐξ ἀρχόντων, πένητες δὲ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι, καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων γίνονται; χείρους οἱ τοῦ πλούτου παρὰ τὸ μέτρον ἐφιέμενοι, πλοῦτος γὰρ μᾶλλον κακίας ἢ καλοκἀγαθίας ὑπηρέτης ἐστί, φησὶν Ἰσοκράτης ὁ ῥήτωρ· καὶ οἶμαι τούτοις προσσχόντα τὸν Πλάτωνα φάναι, μηδένα γίνεσθαι μεγίστου πλούτου κύριον, εἰ μὴ τὸν προεζημιωμένον τὴν ψυχήν. 4.8 Τῇ πρώτῃ τοίνυν ὡς ἔφημεν τῶν Καλενδῶν ἐθέσπιζον οἱ ἱερεῖς κατὰ τοὺς Σιβυλλίους χρησμοὺς ὑπὲρ ὑγείας χρῆναι πάντας ἀπὸ πρωῒ πρὸ πάσης ἑτέρας τροφῆς ἀπογεύεσθαι ἀκράτου οἴνου εἰς ἀποτρόπαιον ποδαλγίας. ἰστέον δὲ κατὰ τὴν ἡμέραν τῶν Καλενδῶν τὸν ἥλιον ἐφ' ὕψους γίνεσθαι, τὸν δὲ Στέφανον δύεσθαι ὄρθρου. 4.9 Τῇ δὲ ἑξῆς, ἥτις ἐστὶ πρὸ τεσσάρων Νωνῶν Ἰανουαρίων, ἐσχόλαζον διὰ τὰ ἱερὰ τὰ ἱπποδρόμια. οἱ δὲ πρὸ τῆς ἐπὶ τὴν ἱπποδρομίαν προόδου, συμπαρόντων αὐτοῖς τῶν ἀρχιερέων, ἐνήγιζον τοῖς δαίμοσιν, ἐπὶ δὲ τῶν ἀγυιῶν τὰ παρ' αὐτοῖς καλούμενα μιλιαρίσια τῷ πλήθει ἐπεδίδοσαν εἰς τιμὴν Σκιπίωνος· πρῶτος γὰρ αὐτὸς ἐπὶ τῆς ἑκατοστῆς ἐννάτης Ὀλυμπιάδος δι' ἔνδειαν χρυσίου τοῖς στρατιώταις τὰ μιλιαρίσια