πρέσβεων ἄφιξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐθέλουσαν· δεδιέναι γὰρ ὑπελάμβανον τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν ἀφιξομένους καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον. Οἱ μὲν οὖν περὶ τὸν σουλτάνον κατὰ σφᾶς αὐτούς, ἐπανελθόντων τῶν πρέσβεων, τὰ περὶ τῆς εἰρήνης ὡμίλουν καὶ ταύτην ὁλοσχερῶς ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς ἀκηρυκτὶ σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκρότησε. Καταλαβοῦσα δ' ἡ φήμη τοὺς ἐναντίους ἐξέπληξε. Τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ τὸ ἄχρηστον πλῆθος εἰς τοὐπίσω προσήλαυνον, αὐτοὶ δὲ κατόπιν ἐδίδουν φαντασίαν πολεμικῆς παρατάξεως· τὸ δὲ πλεῖον φυγή τις κατεῖχεν αὐτοὺς συντεταγμένας ἰδόντας τῶν Ῥωμαίων τὰς φάλαγγας ἐν τάξει καὶ κόσμῳ πολεμικῆς παρατάξεως. Καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω, ὁ δὲ βασιλεὺς πανστρατιᾷ κατόπιν αὐτῶν ἐπεδίωκεν, ἕως ἄρα καιρὸς δείλης ὀψίας κατέλαβεν. Ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους οὐκ εἶχε καὶ ἀντιπολεμοῦντας, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους, ὥστε καὶ 149 παρατάξεις ἐν ταύτῃ καταλιπεῖν ἤδη προεξαντληθέντων τῶν ταγμάτων ὡς προδιείληπται ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ ταύτῃ ἀφυλάκτῳ οἱ Τοῦρκοι ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς, εἰ ἐπὶ πλεῖον ἐκμακρυνθείη, καταλήψεται αὐτὸν ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγὴν ἑκηβόλοι τυγχάνοντες. ∆ιὰ δὴ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι παρήγγειλεν. Οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὰς σημαίας ἰδόντες ὀπισθορμήτους ἧτταν εἶναι τὸ πρᾶγμα βασιλικὴν ὑπετόπασαν. Μᾶλλον δέ τις τῶν ἐφεδρευόντων αὐτῷ, Ἀνδρόνικος ὁ τοῦ καίσαρος μὲν υἱός, τῶν δὲ βασιλέων ἐξάδελφος, προβεβουλευμένην ἔχων τὴν ἐπιβουλὴν αὐτὸς δι' ἑαυτοῦ τὸν τοιοῦτον λόγον ὑπέσπειρε καὶ τοὺς περὶ αὐτὸν στρατιώτας ἀναλαβὼν ταχὺ τῇ παρεμβολῇ ἐπεφοίτησεν. Ὃν καὶ οἱ λοιποὶ μιμησάμενοι εἷς καθεὶς τὴν φυγὴν ἀμαχητὶ ἠσπάσαντο. Ὁ δὲ βασιλεὺς ἰδὼν τὸ παράλογον ἔστη τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. Ἦν δὲ ὁ ἐπακούων οὐδείς. Τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι τὸ παράλογον ἰδόντες ἐξαίφνης τῶν Ῥωμαίων ἀτύχημα τῷ σουλτάνῳ σπουδῇ ἀπαγγέλλουσι τὸ ὁρώμενον καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσι, φεύγοντι καὶ αὐτῷ ἤδη καὶ μακρὰν τῆς οἰκείας γενομένῳ ἐπαύλεως. Εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόα τῷ βασιλεῖ προσρήγνυται. Κελεύσας δὲ τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἀλλ' ἄνδρας ἀγαθοὺς φανῆναι, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ Ἐν τοσούτῳ δὲ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα λόγος σαφὴς οὐκ ἠκούετο, ἄλλων ἄλλοτε ἄλλα ἀφηγουμένων, τῶν μὲν τροπήν, τῶν δὲ νίκην ἀπαγγελλόντων καὶ καταλεγόντων ἄσημά τε καὶ ἀδιάγνωστα, ἕως καὶ τῶν Καππαδοκῶν τινες ἤρξαντο αὐτοῦ καὶ αὐτοὶ ἀποφοιτᾶν κατὰ φατρίας καὶ συμμορίας. Πολλοὶ δὲ καὶ τῶν βασιλικῶν 150 ἱπποκόμων σὺν τοῖς ἵπποις ὑπέστρεφον, μὴ ἰδεῖν τὸν βασιλέα διενιστάμενοι. Καὶ ἦν σεισμὸς οἷον καὶ ὀδυρμὸς καὶ φόβος ἀκίχητος, καὶ οἱ Τοῦρκοι πανταχόθεν ἐπιρρέοντες. Ὅθεν καὶ ἕκαστος, ὡς εἶχεν ὁρμῆς, ἑαυτῷ τὴν σωτηρίαν ἐπραγματεύετο. Ἐπιδιώκοντες δὲ οἱ ἐναντίοι οὓς μὲν ἀνῄρουν, οὓς δὲ ζωγρίᾳ εἷλον , ἑτέρους δὲ συνεπάτουν. Καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. Τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρατιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ' ὅμως πρὸς ἑσπέραν ἁλώσιμος φεῦ τοῦ πάθους καὶ αἰχμάλωτος ὁ περιώνυμος βασιλεὺς Ῥωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ' ἴσης τοῖς