1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

22

ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ, τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου. 110 Καὶ μετ' ὀλίγα· Ἕνα οὖν υἱὸν δύο φύσεών φημι ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως. Πάσχει τοίνυν ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, οὐ θεότητι, ἀλλ' ἀνθρωπότητι. 111 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς· Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καὶ τὰ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται, οἰκειοῦται, αὐτὸς πάσχων οὐδέν. Ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις <...> 112 Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῆς πρὸς Φίλιππον μονάζοντα ἐπιστολῆς· Τὰ μὲν ὁμοούσια ταυτότητα κέκτηται, τὰ δὲ ἑτεροούσια τὸ ἀνάπαλιν. Κἂν γὰρ ἀρρήτῳ ἑνώσει τὰ συναμφότερα ἕν, ἀλλ' οὐ τῇ φύσει διὰ τὸ ἀσύγχυτον. Ὁ τοίνυν Χριστὸς δύο ὑπάρχων φύσεις καὶ ἐν αὐταῖς ἀληθῶς γνωριζόμενος μοναδικὸν ἔχει τῆς υἱότητος τὸ πρόσωπον. 113 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου· Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν; 114 Τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ τοῦ πρὸς Ἀλεξανδρεῖς· Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Χριστοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη ἀμφοτέρας σῴζει ἀσυγχύτως τὰς φύσεις καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστόν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτόν, καὶ οὐ δύο Χριστούς, ἕνα δὲ μᾶλλον ἑνωθέντα καὶ οὐ κεκραμένον. Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν ἑτεροούσιοι τυγχάνουσαι, οὐδ' ὁποτέρα σῴζεται, ἀλλ' ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν. 115 Καὶ μετ' ὀλίγα· Καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτόν, καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλ' ἀποσῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὰς ἰδιότητας. Οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις ἐν τῇ ἀρρήτῳ καὶ ἀσυγχύτῳ ἑνώσει, ἀλλ' ἡνώθησαν ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ καὶ ὑπερέκεινα παντὸς νοῦ τυγχάνουσι κατὰ τὸν τρισμακάριον καὶ ἀληθῶς οἰκουμενικὸν τῆς ὀρθοδόξου πίστεως διδάσκαλον καὶ ἀρχιεπίσκοπον ἡμῶν Ἀθανάσιον τὸν ἐν τῇ μεγάλῃ ἐν Νικαίᾳ συνόδῳ διαπρέψαντα μεταξὺ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων εἰπόντα· ∆ύο πραγμάτων ἀνομοίων καὶ ἀνίσων κατὰ τὴν φύσιν σύνοδος γέγονεν οὐ σύγκρασις θεοῦ ἀφράστου καὶ θνητοῦ σώματος οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ' ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον καὶ ἀνεκδιήγητον· δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Χριστῷ, υἱῷ δὲ τοῦ θεοῦ, σῳζομένων καὶ μήτε συγχεομένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν. 116 Σχόλιον. Ὁρᾶτε, ὡς οἱ ἅγιοι πατέρες ἐξ ἴσης τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν φεύγοντες σῴζεσθαι τὰς δύο φύσεις φασὶν ἐν ἑνὶ Χριστῷ ἤτοι μιᾷ ὑποστάσει. 117 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου· Οὐδέποτε γὰρ ἀπέστη τῆς ἰδίας θεότητος, εἰ καὶ κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν δι' ἡμᾶς οὐκ ἀπολέσας τὴν θεϊκὴν μορφήν, ἵνα κατὰ σὲ ἑτοίμως θεοποιηθῇ ὡς ἄνθρωπος-μὴ γένοιτο-, ἀλλὰ γὰρ ναὸν ἑαυτῷ ἔμψυχον καὶ τέλειον κατασκευάσας ἐν τῇ ἁγίᾳ παρθενικῇ μήτρᾳ καὶ