τὴν περίχωρον γενόμενος τῆς Ταρσοῦ, ἐνταῦθα στρατοπεδεύεται καὶ χάρακα κυκλόθεν πηξάμενος, καρτερῶς τά τε λήϊα καὶ τοὺς λειμῶνας, τοῖς ἄνθεσι καὶ παντοίων δένδρων ἰδέαις κομῶντας, δῃοῦν καὶ ἀποκείρειν προσέταττεν, ὡς ἐξ ἀπόπτου ἡ διαμάχη τούτῳ εἴη, καὶ μή τινα τοῖς βαρβάροις ἐξῇ ἐν τοῖς ἀμφιλαφέσι χωρίοις λόχον ἐγκαθιστάνειν, καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ ἐκ τοῦ ἀφανοῦς ἐπιτίθεσθαι. ἦν οὖν τὴν χώραν ἰδεῖν τὸν οἰκεῖον ὡραϊσμὸν ἀποβάλλουσαν· εὐδαίμων γὰρ ἅπασα καὶ εὔβοτος καὶ φυτῶν ἰδέαις κατάκομος, ὅσα οἶδε φέρειν ὀπώρας παντοίας χυμούς. Ταρσεῖς δὲ ταῖς κατὰ Ῥωμαίων ἤδη προβάσαις νίκαις ἐπαιρόμενοι, θρασεῖς τέως καὶ ἀγέρωχοί τινες ἐξητάζοντο, οὐκ ἠνείχοντό τε κατέχειν ἐν ἑαυτοῖς τὸν θυμὸν, ἀλλ' ὑπεξιόντες τοῦ ἄστεος ἐς καρτερὸν ἐξ ἀντιπάλου παρεκροτοῦντο συνασπι 59 σμὸν, τολμητίαι τινὲς καὶ θαῤῥαλεώτεροι τοῦ μετρίου πρὸ τῆς τοῦ πολέμου πείρας ἀναδεικνύμενοι. ὁ δὲ βασιλεὺς καὶ αὐτὸς τὸν ἄλκιμον καὶ ῥωμαλέον τῆς στρατιᾶς ὑπεξῆγε τοῦ χάρακος, ἐν μεταιχμίῳ τε καθίστη τὰς φάλαγγας, κατὰ μέτωπον μὲν τοὺς πανσιδήρους ἱππότας ἱστῶν, ἐξόπισθεν δὲ τοξότας καὶ σφενδονήτας βάλλειν τοὺς ἐναντίους προστεταχώς. εἰς τὸ δεξιὸν δὲ κέρας αὐτὸς εἱστήκει, μυρίανδρον ἱππέων ἴλην ἐπιφερόμενος κατὰ δὲ τὸ εὐώνυμον Ἰωάννης, ᾧ τὸ ἐπώνυμα Τζιμισκῆς, τῇ τοῦ ∆ουκὸς τιμῇ σεμνυνόμενος, διηγωνίζετο , ἀνὴρ σφαδάζων τε τῷ θυμῷ, καὶ τολμητίας ἐκτόπως καὶ θερμουργὸς εἰ καί τις ἄλλος ἀποδεικνύμενος, εἰ καὶ τὸ σῶμα βραχύς τις ὑπὲρ τὸ μέτριον ἦν, κατὰ τὸν μυθολογούμενον Τυδέα τὸν μαχητήν· ἀλλά τις ἡρωϊκὴ ἐνῆν ἀλκὴ καὶ ὁρμὴ ἐν τῷ μικροπρεπεῖ ἐκείνου σώματι. τοῦ δὲ αὐτοκράτορος ἐγκελευσαμένου τὸ ἐνυάλιον ἐπαυλεῖν, ἦν ἰδεῖν ἀμηχάνῳ κόσμῳ τὰς Ῥωμαϊκὰς κινουμένας φάλαγγας, καὶ τὸ πεδίον ἅπαν τῇ αὐγῇ τῶν ὅπλων καταστραπτόμενον. οὐκ ἤνεγκαν τὴν τοσαύτην ῥοπὴν οἱ Ταρσεῖς· τοῖς δὲ ὠθισμοῖς τῶν ἀκόντων καὶ τοῖς ἀκροβολισμοῖς τῶν βαλλόντων ἐξόπισθεν βιαζόμενοι, ἐξαυτῆς ἔκλιναν εἰς φυγὴν, καὶ πρὸς τὸ ἄστυ συνεκλείοντο ἀκλεῶς, πλείστους τῶν οἰκείων παρὰ ταύτην ἀποβάλλοντες τὴν προσβολήν. δεινὴ δέ τις ὑπεισῄει τούτοις δειλία, τηλικαύτην μετ' ἐμπειρίας ἀθρήσασι χωροῦσαν πληθύν. τὸν περίβολον οὖν διειληφότες τοῦ ἄστεος καὶ τοῦτον ταῖς ἀφετηρίοις κατοχυρωσάμενοι μηχαναῖς, διεκαρτέρουν ἀπρόϊτοι, τὴν ἐπήλυσιν τῶν ἐναντίων ὑποδεχόμενοι. 60 δʹ. Νικηφόρος δὲ ὁ αὐτοκράτωρ, ἐπεὶ δυσπρόσοδον ἀτεχνῶς ᾔδει καὶ δυσέμβολον οὖσαν τὴν πόλιν, καὶ μὴ ἐξ ἐφόδου ἁλώσιμον, ἔγνω μὴ διακινδυνεύειν πολεμησείων ἀβούλευτα, ἀλλὰ τῷ λιμῷ παραδώσειν, ὅς γε τῇ χαλεπῇ κατανάγκῃ καὶ ἄκουσαν παραστήσεται. τοῦτο δὴ βουλευσάμενος ἀκριβέσι φρουραῖς τὸ ἄστυ διέζωσε. Ταρσεῖς δὲ, ἕως μὲν οὔπω μὴ ἐμβαθύνας ὁ λιμὸς ὁλοτελῶς αὐτοὺς ἐξεπίεζεν, ἀπὸ τῶν πύργων ἀκοντίζοντες ἐς τοὺς Ῥωμαίους ἔβαλλον. ἐπεὶ δὲ τούτους οἰκτρῶς ἐπεβόσκετο, καὶ ἀπορία τῶν ἀναγκαίων τὰ σώματα ἐλυμαίνετο, ἦν ἰδεῖν ἀμηχανίαν δεινὴν, καὶ χαλεπὴν σκυθρωπότητα, ἥτις κατεῖχε τὴν πόλιν, ἐνερόχρωτάς τε τοὺς ἄνδρας, καὶ σκιᾶς εἰδώλων οὐδὲν διαφέροντας. τὸ γὰρ τοῦ λιμοῦ πάθος οἴκτιστον καὶ λίαν ὀλέθριον· ἐκτῆκον γὰρ τὸν ὄγκον τοῦ σώματος καὶ τὸ θερμὸν ἀποσβεννύον ψυχρότητι, ὡσανεὶ ὂν ἀράχνιον τοῖς ὀστέοις τὸ ἔλυτρον περιτείνεσθαι διατίθησι, κατὰ μικρὸν ἐπιέναι τὸν θάνατον ἐκκαλούμενον. ἐπεὶ οὖν οὐχ οἷοί τε ἦσαν πρός τε τὸ ἄμαχον τοῦ λιμοῦ πάθος καὶ πρὸς τοσαύτην στρατιὰν διαμάχεσθαι, σπένδονταί τε τῷ βασιλεῖ καὶ ὑπείκουσιν, ἐφ' ᾧ τὸν βουλόμενον ἐπὶ τὰ ἐνδοτέρω Συρίας ἀκωλύτως χωρεῖν. ὁ δὲ, εἴξας καὶ τούτοις σπεισάμενος, θᾶττον ἐξιέναι τῆς πόλεως ἐκελεύσατο, τὰ σφῶν σώματα καὶ τῶν ἀναγκαίων μόνον περιφέροντες ἱματισμόν. 61 οὕτω δὴ τὴν πόλιν αἱρεῖ, καὶ τῆς λείας τὸ μὲν τῇ στρατιᾷ διανείμας εἰς ἀναρίθμητον πλοῦτον συναγόμενον, καὶ τοὺς σταυρικοὺς