πτέρυγας αὐτοῦ καὶ ἐκδέχεται τὴν ψυχήν, πότε εἰσέλθῃ 3.6.2 καὶ ἀναπαυθῇ ἐν ταῖς πτέρυξιν αὐτοῦ. ὥσπερ γὰρ ὄρνεον ἐκ δευτέρου γεννᾶται, πρῶτον μὲν ἐν καλύμματι, ἔπειτα ἐκ δευτέρου ἀναλαμβανόμενον ὑπὸ τὰς πτέρυγας, καὶ ὂν μὲν ἐν τῷ καλύμματι ὑπὸ τῆς θερμότητος πυροῦται τὸ εἶδος, ὅ ἐστιν ὁ νεοσσός, περιαιρομένου δὲ τοῦ καλύμματος ἐμμένει ἐν ταῖς πτέρυξι τῆς μητρός, ἕως ὅτου αὐξηθῇ «εἰς μέτρον ἡλικίας» τῆς μητρὸς αὐτοῦ καὶ τὰ ἑξῆς, ὥστε αὐτὸ εἰς οὐρανὸν ἵπτασθαι καὶ ἐπάνω γενέσθαι πάντων τῶν ἑρπετῶν τῶν βουλομένων διελεῖν αὐτὸ καὶ ἀπολέσαι· οὕτω δὴ καὶ ἡ ψυχὴ ἐλθοῦσα εἰς τὸν κόσμον, εἰσέρχεται διὰ τῶν προφητῶν εἰς τὸ τῆς δικαιοσύνης ἐργαστήριον καὶ νόμον φυλάσσει, ἐλθὼν δὲ ὁ ζωοποιὸς λόγος διδάσκει ἡμᾶς περισσεύειν τὴν δικαιοσύνην «πλεῖον τῶν γραμματέων 3.6.3 καὶ Φαρισαίων». αἰνίττεται δὲ ἡμῖν ἐπάνω γενέσθαι τοῦ νόμου, φησὶ γάρ· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». καὶ τὰ πλεῖστα ἐντελλόμενός ἐστιν, ἵνα εἰσέλθωμεν εἰς τὰς πτέρυγας τῆς μητρὸς ἡμῶν (τουτέστιν εἰς τὰς ἐντολὰς αὐτοῦ). πυρουμένη γὰρ ἡ ψυχὴ ὑπὸ τοῦ λόγου καὶ ἐνδυναμωθεῖσα περιαιρεῖ τὸ κάλυμμα καὶ ἀναγεννᾶται ἐν πνεύματι, ἀνακαλυφθεὶς δὲ Χριστὸς αὐτῇ ἐκράθη ἀπερι3.6.4 ορίστῳ πηγῇ καὶ ἀνάρχῳ νοΐ. γνῶθι οὖν, ψυχή, ἐὰν ᾖ ἐν ταῖς πτέρυξι τῆς μητρός σου καὶ μὴ ἐξέλθῃς, ἵνα μὴ ὑπὸ ὄφεων ἀναλωθήσῃ. ἦλθε γὰρ ὁ σωτὴρ ἀνακαινίσαι καὶ ζωοποιῆσαι τὴν ψυχὴν καὶ ἐκδαπανῆσαι τὸ ἀλλότριον, ὅ ἐστι τυφλὴ καὶ νυκτερίνη ἐπισπορά, ἵνα τὴν ἑαυτοῦ ἀγάπην ἐπιδείξηται καὶ πλεονάσῃ ἐν αὐτῇ, ἵνα διελθοῦσα ἀρχὰς καὶ ἐξουσίας μίξῃ γόνιμον φῶς φωτὶ μακαρίῳ. Ὦ πτέρυγες ἡπλωμέναι, ὦ σπλάγχνα πατρός. Ἀμήν. 4.τ.1 ΛΟΓΟΣ ∆ʹ. 4.1.1 Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει. 4.1.2 Τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται, ὥσπερ σειρά τις ἅλυσις πνευματικὴ μία ἀπὸ τῆς μιᾶς ἀπηρτημέναι. ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις 4.1.3 ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. ὥσπερ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνότητος, ἡ χαυνότης ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμεναοὕτως ἐν τῷ ἀγαθῷ μέρει ἀλλήλων αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι. 4.1.4 Κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶν ἡ τῆς προσευχῆς καρτέρησις, δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. ἐπειδὴ πρὸς θεὸν ἁγιότητος κοινωνία μυστική τις διὰ πνευματικῆς ἐνεργείας καὶ συνάφειά τις διαθέσεως αὐτοῦ τοῦ νοῦ ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς κύριον τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται καὶ εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ θεοῦ ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς εὐχαῖς προσκαρτερεῖν ἀναγκάζων καὶ τὴν τοῦ πνεύματος χάριν τῆς τελειότητος αὐτεξουσίῳ