Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ.
74 Ταῦτα εἰπὼν ὁ ὅσιος Πορφύριος καὶ πείσας τοὺς ἀδελφούς, πάντας τοὺς βουλομένους φωτισθῆναι ἐδέξατο, κατηχήσας αὐτοὺς ἐπὶ πολλὰς ἡμέρας οὐ μόνον πρὸ τοῦ βαπτίσματος, ἀλλὰ καὶ μετὰ ταῦτα· συνεχῶς γὰρ ἐδίδασκεν τὸν λόγον, οὐχ ὁμιλῶν κομπῷ λόγῳ θέλων ἐπιδείξασθαι, ἀλλ' ἁπλῇ φράσει διδάσκων, καὶ ἐπιλύων πάντα ἀπὸ τῆς γραφῆς. Προσετέθησαν οὖν τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ὡσεὶ ὀνόματα τριακόσια, καὶ ἐξ ἐκείνου καθ' ἕκαστον ἔτος αὔξησιν ἐπεδέχετο τὰ Χριστιανῶν.
75 Καυθέντος δὲ εἰς τέλος τοῦ Μαρνείου καὶ τῆς πόλεως κατασταθείσης, ἐβουλεύσατο ὁ μακάριος ἐπίσκοπος μετὰ τῶν ἀπὸ τοῦ εὐαγοῦς κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ ἁγίαν ἐκκλησίαν κτίσαι ἐν τῷ καυθέντι τόπῳ, καθὼς αὐτῷ ἀπεκαλύφθη ἡνίκα ἐτύγχανεν ἐν Κωνσταντινουπόλει, δι' ὃ καὶ τὰ χρήματα ἔλαβεν παρὰ τῆς θεοφιλεστάτης Εὐδοξίας τῆς βασιλίδος. Ἀπολύσας οὖν τούς τε ἄρχοντας καὶ τὸν φιλόχριστον λαόν, μέρος τῆς βοηθείας κατέσχεν διὰ τὸ μὴ γενέσθαι νεωτερισμόν τινα μετὰ τὴν αὐτῶν ἔξοδον, οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ συμβοηθῆσαι χάριν τοῦ συναγαγεῖν τὰς ὕλας τῆς οἰκοδομῆς τῆς εἰρημένης ἁγίας ἐκκλησίας. Συνεβούλευον οὖν τινες κτισθῆναι αὐτὴν κατὰ τὴν θέσιν τοῦ καυθέντος εἰδωλείου· στρογγυλοειδὲς γὰρ ὑπῆρχεν, περιβεβλημένον δυσὶν στοαῖς ἀλληλοεσωτέραις, τὸ δὲ μέσον αὐτοῦ ἦν ἀναφυσητὸν κιβώριον καὶ ἀνατεταμένον εἰς ὕψος, εἶχεν δὲ καὶ ἄλλα τινὰ ἃ τοῖς εἰδώλοις ἔπρεπεν, εὔθετα δὲ πρὸς τὰ γινόμενα παρὰ τῶν εἰδωλομανῶν μυσαρά τε καὶ ἀθέμιτα. Κατὰ ταύτην οὖν τὴν θέσιν ἔλεγόν τινες τὴν ἁγίαν κτισθῆναι ἐκκλησίαν, ἄλλοι δὲ ἀντέλεγον λέγοντες καὶ αὐτὴν τὴν μνήμην τῆς θέσεως ὀφείλειν περιαιρεθῆναι· οἱ δὲ τοῦτο λέγοντες ἔπειθον πάντας, ὡς καλῶς εἰπόντες· ὁ δὲ ὅσιος ἐπίσκοπος ἔλεγεν· Καὶ τοῦτο καταλείψωμεν τῇ βουλῇ τοῦ θεοῦ. Ἐν ὅσῳ δὲ καθαίρεται ὁ τόπος, καταλαμβάνει μαγιστριανὸς ἐπιφερόμενος βασιλικὰς ἐπιστολὰς τῆς ἀειμνήστου Εὐδοξίας, περιεῖχον δὲ τὰ γράμματα ἀσπασμὸν καὶ αἴτησιν εὐχῶν ὑπέρ τε αὐτῆς καὶ τῶν βασιλέων, τοῦ αὐτῆς ἀνδρὸς καὶ τοῦ τέκνου. Ἦν δὲ ἐν ἄλλῳ χάρτῃ, ἔσωθεν τῶν γραμμάτων, ὁ σκάριφος τῆς ἁγίας ἐκκλησίας σταυροειδὴς καθὼς νῦν σὺν θεῷ ὁρᾶται, καὶ περιεῖχον τὰ γράμματα ὥστε κατὰ τὸν σκάριφον κτισθῆναι τὴν ἁγίαν ἐκκλησίαν. Ἐχάρη δὲ ὁ ἐν ἁγίοις ἀναγνοὺς καὶ θεασάμενος τὸν σκάριφον· ἔγνω γὰρ ὅτι καὶ τοῦτο ἐγένετο κατὰ θείαν ἀποκάλυψιν, καὶ ἐμνήσθη τῆς γραφῆς λεγούσης· «Καρδία βασιλέως ἐν χειρὶ θεοῦ». Περιεῖχον δὲ τὰ γράμματα ἔτι καὶ κίονας πολυτίμους καὶ μάρμαρα μέλλειν πέμπεσθαι.
76 Ἐκχοϊσθείσης οὖν τῆς τέφρας καὶ πάντων τῶν βδελυγμάτων περιαιρεθέντων, τὰ ὑπολειφθέντα σκύβαλα τῆς μαρμαρώσεως τοῦ Μαρνείου, ἅπερ ἔλεγον ἱερὰ εἶναι καὶ ἐν τόπῳ ἀβάτῳ τυγχάνειν, μάλιστα γυναιξίν, ταῦτα οὖν ἐκέλευσεν ὁ ὅσιος ἐπίσκοπος πρὸ τοῦ ναοῦ ἔξω εἰς τὴν πλατεῖαν πλακωθῆναι, ἵνα καταπατῶνται οὐ μόνον ὑπὸ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ κυνῶν καὶ χοίρων καὶ κνωδάλων. Τοῦτο δὲ πλέον ἐλύπησεν τοὺς εἰδωλολάτρας τῆς καύσεως τοῦ ναοῦ. Ὅθεν οἱ πλείους αὐτῶν, μάλιστα αἱ γυναῖκες, οὐκ ἐπιβαίνουσι τοῖς μαρμάροις ἐκείνοις ἕως τοῦ νῦν. Μετὰ χρόνον δὲ ὀλίγον κηρύσσει νηστείαν ἐν μιᾷ ἡμέρᾳ, καὶ τῆς ἀπολύσεως τῶν ἑωθινῶν εὐχῶν γενομένης, ἐκέλευσεν ὁ θεοφιλὴς ἐπίσκοπος πάντα ἄνδρα φιλόχριστον δικέλλας καὶ ἄμας καὶ ἄλλα τοιαῦτα ὄργανα ὑπὸ ἑκάστου βασταγῆναι. Τοῦτο δὲ ἀπὸ τῆς ἑσπέρας ἦν προκηρύξας, ἵνα τὸ πρωῒ πάντες εὑρεθῶσιν ἐν εὐτρεπεῖ, ὃ δὴ καὶ γέγονεν.
77 Συναχθέντος δὲ τοῦ λαοῦ μετὰ τῶν εἰρημένων ὀργάνων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ Εἰρήνῃ, ἐπέτρεψεν πάντας ψάλλοντας ὁμοῦ πορευθῆναι εἰς