τοῦτο, καὶ γὰρ καὶ ἡ σὰρξ κάτω κινεῖται καὶ οὐδέν τι τῶν στοιχείων ἐστίν. ἀπορία· ἀλλ' οὐχὶ ἡ ὕλη, ἤγουν τὸ στοιχεῖον, ψυχή, ἀλλὰ τὸ εἶδος τὸ ἐπιγινόμενον αὐτῷ. Εἰ κινεῖται ἡ ψυχή, ἢ ὡς κινεῖται τὸ σῶμα κινεῖται, ἢ ὡς αὕτη καὶ τὸ σῶμα. λύσις· οὐκ ἔστιν, καὶ γὰρ ἡ ἡμίονος ἕλκει τὸν τροχόν, καὶ ὁ μὲν τροχὸς κύκλῳ, ἡ δὲ ἡμίονος κατ' εὐθεῖαν κινεῖται. καὶ ὁ τροχὸς κατ' εὐθὺ κινεῖται, ἀλλὰ τὸ σχῆμα ποιεῖ τὴν κύκλῳ. οὐκ εἶπεν Ἀριστοτέλης, ἣν ἂν κινῆται κίνησιν τὸ κινοῦν κατ' εἶδος, οἷον εὐθεῖαν ἢ κυκλικήν, ταύτην κινηθήσεται καὶ τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ γένος· εἰ κατὰ τόπον, καὶ τὸ κινούμενον κατὰ τόπον. τοῦτο μόνον ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἐν ταῖς ἄλλαις ψευδές· οὐ γὰρ ὁ μελαίνων μελαίνεται οὐδ' ὁ αὔξων αὔξεται. Εἰ κατὰ μοχλείαν κινεῖ τὸ σῶμα ἡ ψυχή, δύναται καὶ ἐξελθοῦσα εἰσελθεῖν καὶ τάχ' ἂν ἀναστήσονται καὶ οἱ νεκροί. ἀπορία· ὁ κίων κρατεῖ τὸν τοῖχον, καὶ ἐὰν ἀποσπασθῇ, οὐκέτι καὶ πάλιν κρατεῖν αὐτὸν δύναται. λύσις· ἐνταῦθα οὐ μόνον μοχλείας καὶ ὤσεως δεῖ, ἀλλὰ καὶ ἐπιτηδειότητος τοῦ ἀνεχομένου. διαλυθείσης δὲ ταύτης οὐκέτι ὁ κίων ὑποδὺς τοῦτον δύναται ἀνασχεῖν. Τὸ κατὰ συμβεβηκὸς κίνησιν ἔχον καὶ ἀφ' ἑαυτοῦ κινηθήσεται καὶ ἀπ' ἄλλου, ὡς τὸ πλοῖον καὶ παρὰ τοῦ ἱστίου καὶ ἀφ' ἑαυτοῦ, τὸ δὲ καθ' αὑτὸ οὐδέποτε ὑπὸ ἄλλου. ἡ ψυχὴ οὖν φαίνεται ὑπὸ τῶν αἰσθητῶν κινουμένη· λοιπὸν οὐκ αὐτοκίνητος. 42 Ἀπορία· τὸ ζῷον καθ' αὑτὸ κινεῖται κατὰ τόπον καὶ ὑπ' ἄλλου κατὰ τόπον, καὶ ὁ λίθος καθ' αὑτὸν κάτω καὶ παρ' ἄλλου, καὶ <οὐ> τὴν αὐτὴν κίνησιν κινεῖται τὸ ζῷον καθ' αὑτὸ καὶ παρ' ἄλλου· καθ' αὑτὸ γάρ ἐστι κίνησις τούτῳ ἡ καθ' ὁρμὴν διὰ τῶν οἰκείων ὀργάνων, ἣν οὐδέποτε ὑπ' ἄλλου κατὰ συμβεβηκὸς κινηθείη, ὡσαύτως καὶ τῷ λίθῳ. εἰ οὖν τὸ καθ' αὑτὸ οὐ κινεῖται ὑπ' ἄλλου, ἡ δὲ ψυχὴ ὑπ' ἄλλου κινεῖται (ἐκ γὰρ τῶν καθέκαστα εἰς τὸ καθόλου ἀνέρχεται, καὶ παρὰ τοῦ λυποῦντος κινεῖται εἰς ὀργήν), λοιπὸν οὐκ αὐτοκίνητός ἐστιν. λύσις· εἰ κινεῖται ὑπὸ τῶν αἰσθητῶν, οὕτως ὥσπερ, εἴ τις ὑπνοῦντα γεωμέτρην ἔξυπνον {τις} ἐποίησε, γρήγορσιν μὲν τούτῳ ἐποίησεν, οὐ μὴν δ' ἐνέβαλε καὶ τὰ θεωρήματα τούτῳ. εἰ τὰ αἰσθητὰ κινοῦσι τὴν ψυχὴν εἰς γνῶσιν, πῶς οὐχὶ καὶ τὰ ἄλογα γινώσκει, δραστικωτέρας αὐτὰς ἔχοντες; ἄλλως οἶδε τὰ αἰσθητὰ ἡ ψυχή, ἤγουν ὡς ἔχουσι φύσιν, καὶ ἄλλως αἴσθησις. ἡ γὰρ αἴσθησις πολλάκις τὸ ποδιαῖον εἰς πολὺ μέγεθος ὁρᾷ. ἔτι ἡ ψυχὴ τὴν ἕξιν ἀκριβῶς ἔχει, τὴν δὲ προχείρισιν λαμβάνει ἐκ τῶν αἰσθήσεων. ἡ ἄλογος χωρὶς τῶν αἰσθητῶν οὐδὲν γινώσκει· οὐ ταύτην λέγει Πλάτων αὐτοκίνητον. Ἡ πρώτη ἀντίθεσις ἐκ τοῦ ποιητικοῦ αἰτίου, ἡ δὲ δευτέρα ἐκ τοῦ τελικοῦ. οἷον καθ' αὑτὸ ἔχομεν τὸ ὁρᾶν, τὸν δὲ πλοῦτον δι' ἄλλο. καὶ ἐπὶ τῶν τελικῶν τὴν ἀρετὴν καθ' αὑτὸ, τὴν δ' ἰσχὺν δι' ἄλλο. εἴ τι δι' αὑτό, καὶ καθ' αὑτό, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς τῷ σώματι δι' αὑτὸ ἡ ὑγεία ἀγαθὸν καὶ καθ' αὑτό, τῇ ψυχῇ καθ' αὑτὸ τὸ ὁρᾶν, οὐχὶ δι' αὑτό, ἀλλὰ διὰ τὸ σῴζεσθαι. καὶ τὸ δι' ἄλλο καὶ δι' ἑτέρου· ὁ γὰρ πλοῦτος διὰ τὴν ἐμπορίαν καὶ ἑτέρου ἕνεκα, ἤγουν τῆς ἀρετῆς. τὸ ὁρᾶν ἑτέρου μὲν ἕνεκα, οὐ δι' ἄλλο δέ, ἀλλὰ καθ' αὑτό. ἐνδέχεται τὸ καθ' αὑτὸ καὶ δι' ἄλλο εἶναι κατὰ συμβεβηκός· ἡ γὰρ ὑγεία καθ' αὑτὸ καὶ δι' ἄλλο, τὸ τὸν ἰατρὸν ὑφελέσθαι τὸ λυμαινόμενον. καὶ ἡ ἀρετὴ δι' αὑτὸ καὶ κατὰ συμβεβηκὸς ἕνεκεν τῆς εὐκλείας. καὶ ἡ ψυχὴ εἰ καθ' αὑτὸ κινεῖται, οὐχὶ καὶ δι' ἄλλο, εἰ μὴ κατὰ συμβεβηκός· εἰ δὲ δι' ἄλλο, ἤγουν διὰ τὰ αἰσθητά, οὐ καθ' αὑτό. Εἰ ἡ ψυχὴ αὐτοκίνητός ἐστι καὶ κινεῖ ἑαυτὴν καὶ κινεῖται ἀφ' ἑαυτῆς, τάχ' ἂν ἐξίσταται ἐκ τοῦ τόπου ἀφ' οὗ ἐκινήθη καὶ φθαρήσεται. Ὁ νοῦς τὰ μὲν πρὸ αὐτοῦ οἶδεν εἰκονικῶς, τὰ δὲ μετ' αὐτὸν παραδειγματικῶς. 43 Πᾶσα ἀπόδειξις ἔχει ἀρχὴν τὰς κοινὰς ἐννοίας, πέρας δὲ τὸ συμπέρασμα, καὶ