ἀναβαλόμενος πείθεται καὶ μετριοφρονεῖ καὶ συγκάτεισι. καὶ κατὰ δυοῖν βασιλέων τολμᾷ, ὧν τὸν μὲν ἡ βασίλειος εἶχεν αὐλὴ πᾶσι τοῖς παρασήμοις κοσμούμενον, ἅτερος δὲ πρὸς ταύτην εἰσῄει βασιλικῶς πάνυ δορυφορούμενος. εἰ μὲν οὖν ἀληθεύων τοὺς λόγους ποιοῦμαι, ἐάσατέ με τιθέναι τὰ ἐφεξῆς· εἰ δέ τι τῶν πάντων συνταράττω ἢ ψεύδομαι, αὐτόθεν ἀναστάντες ἐλέγξατε καὶ τὸν λόγον ἐπίσχετε. ἀλλ' ὥσπερ οὐκ ἄν τις εἴποι ἀχλὺν ἕλκειν τὸ φῶς, οὕτως οὐδὲ τῇ γραφῇ ταύτῃ ψεῦδός τις ἐγκαλέσειεν. οὐ γὰρ εἱλόμην μελετᾶν τὴν ὑπόθεσιν, ἵνα πιθανῶς αὐξήσω ταῖς ἐπιχειρήσεσιν, ἀλλ' ἁπλῇ χρῶμαι καὶ τῇ ἐκθέσει καὶ τῇ συνθήκῃ. Πρῶτον μὲν οὖν αἰτιῶμαι, ὡς οὐκ ἔδει τὸν ἀρχιερέα δυοῖν, ὡς εἴρηται, βασιλέων τὰ σκῆπτρα διακληρωσαμένων, περὶ πολιτικῆς ζητεῖν καταστάσεως καὶ περὶ βασιλέως σκέψιν προτίθεσθαι. πρὸς δύο γοῦν τετυράννηκεν αὐτοκράτορας καὶ ἀμφοτέροις τὰς χεῖρας ἐπανετείνατο, τὸν μὲν πόρρωθεν ἀπείργων, τὸν δὲ ἐντεῦθεν ἐλαύνων, ἵν' ἑαυτῷ περιποιήσηται καὶ τὸ κράτος καὶ τὰ βασίλεια. πρὸς ὃ δὴ καὶ πάλαι δραμών, εἰ καί ὁ λόγος τὴν πρώτην ἀρχὴν τοῦ κακοῦ ἀνεβάλετο, ἠτύχηκε τοῦ βουλεύματος, τὰς δ' ἐλπίδας οὐκ ἐξωμόσατο. ∆ιὰ τί δὲ τὰς πύλας τοῦ νεὼ τοῖς συνομωμοκόσιν ἠνέῳξε; συνδεδραμηκότας δὲ διὰ τί μὴ βραχύ τι διαπειλησάμενος ἐκεῖθεν ἀπήλασεν; οὐ γὰρ κατὰ πλῆθος εὐθὺς εἰσῄεσαν, ἀλλὰ συνεκκαίδεκα ἢ βραχεῖ τινι πλείους. εἰ δὲ βούλεσθε, δῶμεν μηδένα τῶν πάντων ἀπολελεῖφθαι, ἀλλὰ καὶ ὅσον ἐν Πέρσαις καὶ Βαβυλῶνι καὶ ὅσον Ἑλληνικὸν φῦλον Αἰθίοπάς τε καὶ Ἄραβας ἐκεῖσε συνεισδραμεῖν καὶ τῶν βασιλέων καταβοᾶν. τίνες οὖν νόμοι, ποῖοι κανόνες τούτῳ τὴν κοινωνίαν τῆς συνωμοσίας παρακελεύονται; βούλεσθε καὶ τοῦτο καὶ τῷ δεσπότῃ καὶ ὑμῖν συγχωρήσωμεν; ἀνίκητον γὰρ ἡ ἀνάγκη καὶ φοβερὸν ὁ περί ψυχῆς κίνδυνος. τίς τοίνυν τῶν πάντων πρὸς ἐκεῖνον ἀνιέναι ἐτόλμησεν ἢ ἄλλως ἐπικεχείρηκε; τίς ξίφος ἐθήξατο ἐπ' αὐτόν; τίς ἠπείλησε τὴν κεφαλὴν ἐκτεμεῖν; τίς ἀφῆκε βέλος; τίς ἀπρὶξ λαβόμενος ἐφειλκύσατο; ὁπότε, εἰ καὶ ταῦτα πάντα συνεληλύθει τἀνδρί, ἀντισχεῖν ἔδει καὶ εἰ ἐξῆν πολλάκις ἀποθανεῖν. ἀλλ' ὁ τῆς βασιλείας ἔρως καὶ τὸ πάντων ἐθέλειν ἀνάσσειν καὶ τὸ βούλεσθαι τῇ τῶν ὀφρύων συννεύσει συγκινεῖν καὶ τὸν οὐρανὸν καὶ τὸν Ὄλυμπον ὅλοις κέντροις ὤθουν κατ' αὐτῆς ὁσιότητος. Κάτεισιν οὖν ὁ δεσπότης μετὰ τῆς ποιμαντικῆς βακτηρίας, ἵν' ἐπὶ πηγὰς καὶ νομὰς ἀποκινήσῃ τὰ θρέμματα; οὐμενοῦν γε. μετὰ τοῦ ῥοπάλου καὶ τῆς συνήθους ὠμότητος, ἵν' εἰσελάσῃ τοὺς θῆρας καὶ δῷ τούτοις εἰς θοίνην τὴν ἱερὰν τοῦ κυρίου ποίμνην, ὑπὲρ ὧν ἐκεῖνος τὴν οἰκείαν ἀφῆκε ψυχήν. κατεληλυθώς τοίνυν οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀντιλογίαν προὔθετο, οὐ κατῄδεσε τοῖς λόγοις τε καὶ τῷ σχήματι, οὐ γνώμην εἰσήνεγκεν. ἀλλ' ὥσπερ οἱ τυραννήσαντες, ἐπειδὰν ἐντὸς τῶν τειχῶν γένοιντο, εἰς τὴν ἀκρόπολιν εὐθὺς ἀναβαίνουσιν, ἵν' ἐξ ἀπόπτου περιωπῆς τὴν τυραννικὴν εὐθὺς γνώμην ἐμφήνωσιν, οὕτω δὴ καὶ ὁ ἱερατικὸς οὗτος τύραννος ἐπὶ τὸ ἄδυτον ἱλαστήριον, ἐπὶ τὸ ἄβατον ὄρος καὶ ἀπρόσιτον τοῖς πολλοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ καὶ πρὸ πάντων ἐκείνῳ, λῃστρικῶς εὐθὺς καὶ πολεμικῶς ὥρμησεν. ἀλλά με φρίκη καὶ τρόμος ἔχει καὶ ἰλίγγου καὶ σκοτοδίνης πληροῦμαι τοιούτους λόγους ἑλίττων, ὧν ἐκεῖνος τὴν πρᾶξιν ἐθάρσησεν. ὢ νυκτὸς ἐκείνης, καθ' ἣν πάλιν Ἰούδας καὶ προδοσία, καὶ ὁ δεσπότης οἷα Πιλᾶτος κρίνων, ὁ αὐτὸς καὶ ὡς Καϊάφας ἱερατεύων, καὶ σπεῖρα καὶ ὁ μυρίαρχος, καὶ θεὸς αὖθις οὐ προδιδόμενος μὲν καὶ σταυρούμενος, ποσὶ δὲ ἀνιέροις καταπατούμενος. ὢ τῶν θείων κρατήρων, ὢ τῆς ἱερᾶς τραπέζης, ὢ τῆς ἀναιμάκτου θυσίας φονικοῖς μιαινομένης τοῖς αἵμασιν, ὢ τῆς ἀνεξικακίας τοῦ λόγου καὶ τῆς ἀπείρου μακροθυμίας. ὁ μὲν οὖν ὑπὲρ ἡμῶν λόγος τυθεὶς αὖθις ἐν τοῖς κρατῆρσιν ἐτίθετο, πάλαι μὲν δεσμούμενος καὶ σταυρούμενος, τότε δὲ χεόμενος καὶ