καθ' ὃν ἀποθνήκει τις τῇ ἁμαρτίᾳ, πῇ δὲ ὑπὸ τῆς ζωῆς ἡμῶν ἥτις κέκρυπται ὺν τῷ Χριτῷ ἐν τῷ θεῷ. καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται τοῖ ἐξ εὐωνύμων Ὑπάγετε εἰ τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμαμένον τῷ διαβόλῳ καὶ τοῖ ἀγγέλοι αὐτοῦ. τὸ δὲ οὔτε ἀρχαὶ ἐπὶ τὸ οὐκ ἐτὶν ἡμῖν ἡ παλὴ πρὸ αἷμα καὶ άρκα ἀλλὰ πρὸ τὰ ἀρχὰ καὶ τὰ ἑξῆς ἀναφέρεται, καὶ εἰς τὸ ὅταν καταργήῃ πᾶαν ἀρχὴν καὶ πᾶαν ἐξουίαν καὶ δύναμιν. ἑξῆς τούτ<ῳ> ἐστὶ τὰ ἐνεστῶτα· ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ τοὺ κομοκράτορα τοῦ κότου τούτου, καὶ οὐχὶ ἐπί τινα ἐνεστῶτα ἀνθρώπινα· ἄλλος δ' ἂν λέγοι τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπόμενα καὶ πρόκαιρα. μετὰ τοῦτο ἴδωμεν τίνα τὰ μέλλοντα καὶ ἤτοι <τὰ> πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας αὐτῷ τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, ἢ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαντησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόμου τούτου καί τινες ὑπ' αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῶ<ν> ἐστὶν τὸ οὔτε δυνάμεις, ὅπερ ἔοικεν εἶναι εἴδους τινὸς τῶν ἔξω θνητοῦ σώματος λογικῶν, <οὔτε ὕψωμα οὔτε βάθος>. μήποτε <οὖν> ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται ὑπὸ μὲν ὑψώματος κατὰ τὰ ἐν τοῖ ἐπουρανίοι πνευματικὰ τῆ πονηρία, ὑπὸ δὲ βάθους κατὰ τὰ καταχθόνια· ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ὁπλισάμενον χωρισθῆναι αὐτῆς ἐάσει. εἰ δὲ καὶ παρὰ τὴν βλεπομένην ὅλην ταύτην κτίσιν ἐστὶν ἑτέρα κτίσις τῇ φύσει μὲν βλεπομένη νῦν δὲ οὐδέπω ὁρωμένη, ζητήσεις εἰ δύναται ἐπ' ἐκείνην ἀναφέρεσθαι τὸ οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ. 53 xiii 20, 21 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις δοκεῖ πείνη εἶναι καὶ δίψαὡσ ὑγείας ἐμποιητικὰ ψυxiκῆς, ἐὰν τοιαύτην ποτὲ πείνην ἢ δίψαν ὁ ἐχθρὸς διψήσῃ μετὰ τὸ μετανοῆσαι ἐφ' οἷς ἥμαρτεν, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἐστὶ κύων ἢ χοῖρο ἀνάξιος τῶν ἁγίων· πολλαχῶς δὲ ἔστι πεινῶντα θρέψαι τὸν ἐχθρὸν ποτὲ <μὲν> λόγῳ διδασκαλικῷ ποτὲ <δὲ> εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸ ἀνδρὸ κεφαλὴ ὁ Χριτό, οὐκοῦν τοῦ ἐχθροῦ, ὡς μὴ ὄντος ἀνδρὸς διὰ τὸ ἀσεβές, κεφαλὴ ὁ ἀντίχριστος, ὃν χρὴ ἐξαφανίζεσθαι ὡς ἐναντίον τῷ θεῷ λόγῳ ἀπὸ τῶν ἀνθράκων τοῦ λογικοῦ πυρός, ὅταν ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον πεινή<σας φάγ>ῃ τὸν ἀπὸ τοῦ ἁγίου ἄρτον, καὶ διψήσας ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας πηγῆς ὕδατι ζῶντι· διὸ καλόν ἐστιν ἔργον σωρεῦσαι ἄνθρακας ὅ ἐστι λόγους ἐκλεκτοὺς ἐπὶ τὴν τοῦ ἐχθροῦ κεφαλήν· ὃν ὁ κύριο Ἰηοῦ ἀναλοῖ τῷ πνεύματι τοῦ τόματο αὐτοῦ, τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπεν πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, ἀντὶ τοῦ ἀνα- λῶσαι καὶ ἐξαφανίσαι πάντα τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ ἀνθράκων χρεία ἵνα ἡ τοῦ ἐχθροῦ κεφαλὴ ἐξαναλωθῇ· οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι οἱ ἐξαφανίζοντες τὸ ψεῦδος· ὅταν οὖν ἀναλωθῇ ἢ χειρωθῇ ἡ κεφαλὴ ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν γίνεται ὁ ποτὲ ἐχθρὸς φίλος καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ.