«Ἐπίστευσεν «δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», καὶ τοῦτο νομίζοντες εἶναι ἐφ' ὃ ἀναφέρεται τὸ «Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» ἵνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ «Πίστις χωρὶς ἔργων νεκρά ἐστιν» οὐδ' ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι «ἐκ πίστεως» ἤπερ «ἐξ ἔργων νόμου», ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηται· «Εἰ τέκνα «τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε» ἑνικῶς, ἀλλὰ πληθυντικῶς· «Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε», ἴσον, ὡς οἶμαι, τυγχά 20.10.67 νον τῷ "7πάντα"7 «τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε». εἰ δὲ ἴσον ἐστὶν τῷ "7πάντα"7 «τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆ ρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματι κῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ' αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου «τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω», εἰρημένου οὐ μόνῳ 20.10.68 τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ. ἔστιν γάρ τις καὶ ἑκάστου ἡμῶν γῆ, καὶ ἡ πρὸ τοῦ θείου χρηματισμοῦ οὐκ ἀγαθὴ συγγένεια, καὶ ὁ πρὸ τοῦ φθάσαντος εἰς ἡμᾶς λόγου θεοῦ οἶκος τοῦ πατρὸς ἡμῶν, † δι' ἅτινα ἅπαντα κατὰ λόγον θεοῦ δεήσει ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος· «Εἰ τέκνα «τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε»· οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ' ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ «Ἔξελθε 20.10.69 «ἐκ τῆς γῆς σου». καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους· καὶ ὡς καταφρο νήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνο μένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ κατα ρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλο γεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος· «Ἐπορεύθη», ὡς εἴρη ται περὶ Ἀβραάμ· «Καὶ ἐπορεύθη Ἀβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ «κύριος»· οἶμαι δὲ ὅτι ἐν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἕψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ «Καὶ ᾤχετο μετ' αὐτοῦ Λώτ»), καὶ ἐπανελ θόντες εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ, οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν 20.10.70 δρῦν τὴν ὑψηλήν. καὶ ὀφθήσεται ἡμῖν κύριος ὁ θεός, ὁ ὀφθεὶς τῷ Ἀβραάμ, καὶ ἐπαγγελεῖται <τὴν> περὶ τὴν ὑψηλὴν δρῦν γῆν δοῦναι 20.10.71 τῷ νοητῷ τῆς ψυχῆς ἡμῶν σπέρματι. τοῦ δὲ νοήσαντός ἐστιν τὸ «Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» καὶ τὸ οἰκοδομῆσαι θυσιαστήριον κυρίῳ τῷ ὅπου ἡ ὑψηλὴ δρῦς ἐπιφαινομένῳ καὶ ἡμῖν, καὶ μετὰ ταῦτα ἀποστῆναι ἀπὸ τοῦ τόπου τῆς ὑψηλῆς δρυὸς ὡς ἐπὶ τὸ ὄρος, καὶ τοῦ ὄρους κατὰ τὰς ἀνατολὰς τῆς Βαιθήλ, ὃ ἑρμηνεύεται "7Οἶκος θεοῦ"7, ἔνθα στήσει ἑαυτοῦ τὴν σκηνήν, τῆς μὲν Βαιθὴλ ὡς ἐπὶ κατὰ θάλασσαν, τῆς δὲ Ἀγγαὶ ὡς ἐπὶ κατ' ἀνατολάς· ἑρμηνεύεται δὲ Ἀγγαὶ 20.10.72 "7Ἑορταί"7. καὶ ὡς προκόπτων γε ὁ τοιοῦτος μετὰ ταῦτα δεύτερον οἰκοδομήσει τῷ κυρίῳ θυσιαστήριον, ἤδη καὶ ἐπικαλεῖσθαι δυνάμενος ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου. καὶ ἑξῆς ἀπαίρων κἀκεῖθεν ὁ ἐσόμενος τέκνον τοῦ Ἀβραάμ, γενόμενός πως στρατηγικώτερος καὶ συνιεὶς πρὸς ὅσους πολεμίους αὑτὸν παρασκευάσασθαι δεῖ, στρατοπεδεύσει ἐν τῇ 20.10.73 ἐρήμῳ. μετὰ ταῦτα πεῖραν λιμοῦ λήψεται τοῦ ἐπὶ τῆς γῆς καὶ εἰς τὴν Αἴγυπτον καταβήσεται παροικῆσαι ἐκεῖ, ἵνα μὴ καὶ αὐτοῦ κατ ισχύσῃ ὁ λιμὸς ὁ ἐνισχύσας ἐπὶ τῆς γῆς. καὶ καταβήσεται εἰς Αἴγυ πτον μετὰ τῆς εὐπροσώπου ἑαυτοῦ γυναικός, συνθήκας τινὰς τιθέμε νος πρὸς αὐτήν, ἵν' <εὖ> ἑαυτῷ δι' αὐτὴν οἱ Αἰγύπτιοι χρήσωνται καὶ γένωνται ἐν Αἰγύπτῳ