τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκεν, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ. λείπει καὶ περὶ τῆς αἰσχρότητος ἐπιστῆσαι. δόξαις ἄρ' ἂν εὔλογον εἶναι τὸ λέγεσθαι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ἢ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστὶν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθείς τις ἀνέστειλεν τὴν ἐπὶ τὴν πορνείαν ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν. καὶ ἐν τοῖς ἀνωτέρω δὲ τὰ μὲν κωλύοντα κληρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ κατ' ἰδίαν ὀνομάσας φησὶ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, εἶτα ἐν ἰδίᾳ χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν. ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοήσαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητῶμεν ἐκ τοῦ ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης, πότερον ἀνα τρέπεται ἐκείνη ἡ ἐκδοχὴ ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ ἐπόρνευον ὀπίω τῶν εἰδώλων αὐτῶν. δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς εἰδωλολατρίας ἐκ τοῦ λέγειν πνεύματι πορνεία ἐπλανήθηαν. ἐὰν δὲ πλεονέκτης ᾖ ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις τῶν ἀγαπών των τὸ ἀργύριον, οἱονεὶ γὰρ οὗτοι συναγαπῶσι τοῖς ἀργυρίοις καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα· οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομά σθαι παρὰ τῷ ἀποστόλῳ. 25 Eph. v6 [μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ τοῦτο γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.] [Ὠριγένης φησί] κενοὺς ἔοικε φάσκειν λόγους τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ' οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενούς, τῷ πάντως ἔρχεσθαι τὴν λεγομένην ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς, οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἱοὺς καὶ τέκνα πορνεία καὶ υἱοὺ θανάτου καὶ υἱοὺ γεέννη καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν. [v 7] μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. τηρήσεις τὴν «μέτοχος» καὶ «συμμέτοχος» φωνήν· μήποτε ὁ μὲν μέτοχος ἐπὶ κρείττονος εἴρηται, ὁ δὲ συμμέτοχος ἐπὶ χείρονος, οἷον διὰ τοῦτο ἔχριέ ε ὁ θεὸ ὁ θεό ου ἔλαιον ἀγαλλιάεω παρὰ τοὺ μετόχου ου, καὶ μέτοχοι γὰρ Χριτοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆ ὑποτάεω μέχρι τέλου βεβαίαν κατάχωμεν. οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν «συμμέτοχον» εἰρῆσθαι, πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστὶν ὁ συμμέτοχος. [v 8] ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. εἰ δυνατὸν τὸ ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ εἰσὶν ἀπολλύμεναι φύσεις. ὥσπερ δὲ οἱ δίκαιοι φῶ εἰσι τοῦ κόμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἂν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες ἐν φωτὶ ὄψονται φῶ, οἱ δὲ ἄδικοι σκότος τυγχάνοντες λαό εἰσι καθήμενο ἐν κότει μηδὲν βλέποντες. ἀπὸ δὲ τῶν καρπῶν ἐπιγνωόμεθα τοὺς ὄντας φῶς ἢ σκότος· πᾶ μὲν γὰρ ὁ φαῦλα πράων μιεῖ τὸ φῶ, καὶ μὴ ἐρχόμενο πρὸ τὸ φῶ σκότος ἐστὶ καὶ υἱὸς σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενο πρὸ τὸ φῶ φῶς ἐστι καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις εἰ μὴ ὡς ὄντων τινῶν φώτων ἀλλ' οὐκ ἐν κυρίῳ λέγεται περὶ τῶν δικαίων τὸ νῦν δὲ φῶς ἐν κυρίῳ· καὶ μάλιστά γε τοῖς πεφω τισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ νῦν δὲ φῶς ἐν κυρίῳ. [v 8] ὡς τέκνα φωτὸς περιπατεῖτε. εἴπερ ὁ Θεὸ φῶ ἐτι καὶ κοτία ἐν αὐτῷ οὐκ ἐτὶν οὐδεμία, τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός.