προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
καὶ φιλολογεῖς ὄντες, σκοπήσαντες ὅτι καιρὸς ἦν λοιπὸν τροφῆς ἐτόπα σαν μὴ ἄρα ὡς τῷ ∆ανιὴλ εἰς Βαβυλῶνα προστάξει θεοῦ ἄριστον προκεκόμιστο ὑπὸ τοῦ Ἀμβακούμ, καὶ τῷ Ἠλίᾳ ἐν τῇ ὁδοιπορίᾳ τροφὴ ἐδίδοτο ὑπ' ἀγγέλου καὶ ὑπὸ κοράκων, οὕτω καὶ τῷ Ἰησοῦ τροφὴ ἠνέχθη. ὅμως εἰ καὶ περὶ αἰσθητῆς τροφῆς οἱ μαθηταὶ ὑπε νόησαν, αὐτὸς φανεροποιεῖ περὶ ποίας τροφῆς ἀπήγγελκεν αὐτοῖς. εἶπον δὲ τὸν καιρὸν αὐτοῦ τροφῆς εἶναι ἐκ τῶνδε· ἕκτης ὥρας τῆς ἡμέρας οὔσης ὁ Ἰησοῦς ἐν τῇ πηγῇ καθεσθεὶς διελέχθη τῇ Σαμαρεί τιδι, τῶν μαθητῶν ἐπὶ τῷ ἀγοράσαι τροφὰς ἀπεληλυθότων, ὡς λοιπὸν στοχαζόμενον εἰπεῖν ἑσπέραν τῆς ἡμέρας εἶναι. οὗτος δὲ τῆς τροφῆς ὁ καιρὸς τῶν μάλιστα <μὴ> προηγουμένως τροφὴν μεταδιώ κουσιν ἀλλὰ τὴν τῶν προσερχομένων ὠφέλειαν. 60 Πατρίδα αὐτοῦ τὴν Ἰουδαίαν καλεῖ, ἣν καὶ διὰ τοῦτο καταλέ λοιπε. τὴν γὰρ αἰτίαν τῆς ἐπὶ τὴν Γαλιλαίαν ἀφίξεως ἀποδιδοὺς ὁ εὐαγγελιστὴς γράφει, ὅτι «Προφήτης ἐν τῇ ἰδίᾳ
πατρίδι τιμὴν οὐκ ἔχει». 〚φέρεται ἡ μαρτυρία αὕτη <καὶ> ἐν τοῖς ἑτέροις εὐαγγελίοις. φησὶ γὰρ ὁ σωτήρ· «Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι «καὶ ἐν τοῖς συγγενέσι καὶ τῇ οἰκίᾳ αὐτοῦ». ἀμέλει γοῦν πάντες οἱ πρὸ τῆς ἐπιδημίας ἠτιμάσθησαν ἐν τῇ Ἱερουσαλὴμ καὶ Ἰουδαίᾳ. αὕτη γὰρ γῆ καὶ πατρὶς αὐτῶν· ὡς
καθόλου τὸν σωτῆρα εἰπεῖν·〛 «Ἱερου «σαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβο «λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν». 61 Ἔστι δέ , φησίν, ἐν τοῖς Ἱεροσολύμοις καὶ τὰ ἑξῆς. Τὸ μὲν περιιέναι καὶ τοὺς ὁποιδήποτε ὄντας τῶν ἀρρώστων θεραπεύειν οὐκ ἀναγκαῖον ἔκρινεν, ὥστε μὴ φιλαυτίας ἀπενέγκασθαι δόξαν, ἕνα δὲ θεραπεύσας δι' ἐκείνου καταφανῆ τοῖς πᾶσιν ἑαυτὸν καθίστησι. ταύ της ἕνεκα τῆς αἰτίας ἄπεισι μὲν ἐπὶ τὴν προβατικὴν κολυμβήθραν, ἔχουσαν πέντε στοάς· μετὰ γὰρ τὰς ἐν κύκλῳ τεσσάρας μέσην εἶχεν ἑτέραν. προβατικὴ δὲ κολυμβήθρα ἐλέγετο ἀπὸ τοῦ τὰ προσαγόμενα πρόβατα ταῖς ἑορταῖς ἐκεῖ συναθροίζεσθαι, καὶ ἀπὸ τοῦ θυομένων τῶν προβάτων ἐν ἐκείνῳ πλύνεσθαι τῷ ὕδατι τὰ ἔγκατα. ἐντεῦθεν γοῦν καὶ πολὺ πλῆθος τῶν διαφόροις ἀρρωστήμασι κατεχομένων ἐν τῷ τόπῳ συνείλεκτο ἐπὶ θεραπείας ἐλπίδι, ὡς ἂν τοῦ ὕδατος αὐτοῦ δυναμέ νου τι πάντως, ἐν ᾧπερ τῶν προσαγομένων τῷ θεῷ καὶ θυομένων ἐνεβάλλετο τὰ ἔγκατα. ταύτῃ δὲ αὐτῶν τῇ ὑπολήψει καὶ ὁ θεὸς συνεργῶν κατά τινας ἀδήλους καιροὺς κίνησιν τοῦ ὕδατος γίνεσθαι παρεσκεύαζεν, ἣν ὡς κατά τινα θείαν ἐνέργειαν ἀποτελεῖσθαι πιστεύ οντες, οὕτω κατιόντες τὴν θεραπείαν ἐκομίζοντο, πολλῶν μὲν κατὰ ταὐτὸν οὐ θεραπευομένων, τοῦ δὲ πρώτου καταβάντος τῆς χάριτος ἀπολαύοντος, ἵνα μὴ τὸ πρόχειρον τῆς θεραπείας ἐλαττώσῃ τὸ θαῦμα. μειζόνως δὲ νήφοντες καὶ μετὰ πολλῆς διαθέσεως τὴν τοῦ ὕδατος κίνησιν ἀναμένοντες, ἐντεῦθεν παιδεύονται τὸν προσήκοντα καὶ μετὰ τὴν θεραπείαν ἔχειν λογισμόν. πολλῶν τοίνυν ὄντων τῶν ἀρρώστων πάντας μὲν οὐκ ἐθεράπευσεν, δεικνὺς δὲ τὴν οἰκείαν δύναμιν ἕνα ἐπελέξατο τὸν βαρυτέρῳ μάλιστα κατεχόμενον πάθει καὶ τῷ μήκει τοῦ χρόνου τὴν σωτηρίαν ἀνέλπιστον ἔχοντα. παράλυτος γὰρ ἦν ἐν αὐτοῖς ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσι τῷ πάθει κατεχόμενος. πρὸς τοῦτον ἀπελθὼν οὐκ εὐθὺς εἶπεν· «Ἆρον τὸν κράββατόν σου καὶ πε «ριπάτει», ἀλλ' ἀπό τινος ἀκολουθίας τῶν πρὸς αὐτὸν ἄρχεται λό γων. ὅπερ δὴ καὶ ἐπὶ τῆς Σαμαρείτιδος πεποίηκε. 62 ινξ. Ποῖον δὲ πνεῦμα οὔπω ἦν; εχπλ. ἐπ' οὐδενὸς ὤφθη τῶν προ φητῶν, ἐθαυματούργουν. 63 Νομίζω τοῦτο λελέχθαι πρὸς παράστασιν τοῦ ποιότητα δυνά μεως ἰατρικῆς ἐσχηκέναι τὸν σίελον τοῦ χριστοῦ. εἰ καὶ μὴ αὐτὸς δὲ ὁ τυφλὸς περὶ τῆς ἀναβλέψεως παρεκάλεσεν, ὅμως εὑρεθήσεται ἐπαινετὸς ἐν τῷ παρέχειν ἑαυτὸν τῷ Ἰησοῦ ἐπιχρίοντι πηλῷ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τῷ ἀδιστάκτως ποιῆσαι τὸ προστεταγμένον, οὐδὲ εἰρηκότος αὐτὸν ἀναβλέψειν τοῦ Ἰησοῦ. μήποτε δὲ ὁ τοῦ κυρίου σίελος σύμβολον ἦν λόγου ὡς ἐν λόγοις ἐσχάτου, οὗ μείζονα χωρῆσαι