τῷ εὐαγγελίῳ ἢ ἑαυτῷ ἢ τοῖς ἀποστόλοις. ἀλλ' ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ θεοῦ μουσικὴν, σοφός τις ἐν ἔργοις καὶ λόγοις τυγχάνων, καὶ διὰ τοῦτο χρηματίζων ἂν ∆αυεὶδ, ὃς ἑρμηνεύεται ἱκανὸς χειρὶ, ἀποτελέσει φθόγγον μουσικῆς θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς νῦν μὲν νομικὰς νῦν δὲ συμφώνως αὐταῖς εὐαγγελικὰς, καὶ νυνὶ μὲν προφητικὰς, ὅτε δὲ τὸ εὔλογον ἀπαιτεῖ, τὰς ὁμοτονούσας ἀποστολικὰς αὐταῖς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς. ἓν γὰρ οἶδεν τὸ τέλειον καὶ ἡρμοσμένον ὄργανον τοῦ θεοῦ εἶναι πᾶσαν τὴν γραφὴν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγ γων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνὴν, καταπαύου σαν καὶ κωλύουσαν ἐνέργειαν πᾶσαν πονηροῦ πνεύματος, ὡς κατέπαυσεν ἡ ∆αυεὶδ μουσικὴ τὸ ἐν τῷ Σαοὺλ πονηρὸν πνεῦμα καὶ πνῖγον αὐτόν. ὁρᾷς οὖν καὶ τρίτως εἰρηνοποιὸν τὸν ἑπομένως τῇ γραφῇ καὶ βλέποντα τὴν εἰρήνην πάσης αὐτῆς καὶ ἐμποιοῦντα ταύτην τοῖς ὀρθῶς ζητοῦσι καὶ γνησίως φιλομαθοῦσιν. 7.1n Περὶ τοῦ ἰδιώματο τῶν προώπων τῆ θεία γραφῆ. ἐκ τοῦ εἰ τὸ ᾆμα μικροῦ τόμου, ὃν ἐν τῇ νεότητι ἔγραψεν. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσ ωπον ὅ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξα μένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος· ἔστι δ' ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἢ ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτη συνήθεια τῆς γραφῆς, τὸ ταχέως μεταπηδᾷν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων· καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑπο συγκεχυμένως μάλιστα τοὺς προφήτας. 7.2n Καὶ πάλιν ὁμιλία δʹ εἰ τὰ Πράξει. Ἔδει πληρω θῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ ἅγιον πνεῦμα διὰ τόματο ∆αυεὶδ περὶ Ἰούδα. Ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη· καὶ τὰ ἑξῆς, ἕως· Καὶ τὴν ἐπι σκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσω ποποιεῖ, τὸ ἅγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν. 8.1nΠερὶ τοῦ μὴ δεῖν τὰ ολοικοειδῆ καὶ μὴ ώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆ γραφῆ ἐπιχειρεῖν διορθοῦθαι, πολὺ τοῖ υνιέναι δυναμένοι τὸ τῆ διανοία ἀκόλουθον ώζοντα. ἐκ τῶν εἰ τὸν Ὠηὲ ἐξηγητικῶν. Ἐπειδὴ πολλάκις τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν γραφὴν, ὅσα κατὰ τὴν λέξιν, συγχύνει τὸν ἐντυγχά νοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς οὐδὲ ἀκολούθως οὐδὲ ὡς ἔχει γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινὰς προφάσει διορθώ σεως μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τὴν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἑξῆς δηλώσας· Ἐν τῷ οἴκῳ Ὢν εὕρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνι δὼν, κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψαι, ἢ τὰ