σεισμὸς ἐχώννυεν· καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν τὰ δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον λέληθεν ἑαυτὴν ἀνακηρύττουσα. 7.10 Ὅτι πολλοὶ μὲν τῶν εἰς τοὺς Χριστιανοὺς καὶ τὴν εὐσέβειαν ἐκμανέντων δίκας ἔτισαν οὐ μεμπτάς, εἰς τὸ περιφανέστατον δὲ καὶ ἐπιφανεῖς Ἰουλιανός τε ὁ τῆς Ἑῴας ἄρχων, θεῖος ὢν κατὰ τὸ μητρῷον γένος τοῦ ἀποστάτου Ἰουλιανοῦ, καὶ Φίληξ ὁ τοὺς θησαυροὺς ἐπιτετραμμένος καὶ Ἐλπίδιος τῆς βασιλικῆς οἰκίας προεστώς (κόμητας πριουάτων ἡ Ῥωμαίων γλῶττα καλεῖ)· οὗτοι δ' οἱ τρεῖς τῶν ἐξαρνησαμένων τὴν εὐσέβειαν εἰς τὸ βασιλεῖ κεχαρισμένον ἦσαν. Ὁ μὲν οὖν Φίληξ, ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας τῶν ἐν βάθει φλεβῶν μιᾶς τῆς μεγίστης ἀναρραγείσης, αἵματός τε αὐλὸν ἐξέπεμψεν ἐκ τοῦ στόματος καὶ θέαμα τοῖς ὁρῶσι γενόμενος φοβερὸν οὐδὲ δι' ὅλης ἡμέρας ἤρκεσεν, ἀλλὰ περὶ δείλην ὀψίαν τοῦ αἵματος ἐπιλείποντος καὶ τὴν ψυχὴν συναπέβαλε. Ὁ δέ γε Ἰουλιανὸς ἀργαλέᾳ καὶ δυστεκμάρτῳ βληθεὶς νόσῳ ἐπὶ τεσσαράκοντα τὰς ὅλας ἡμέρας ἀποτάδην ἔκειτο, μήτε φθεγγόμενος μήτε τινὰ συναίσθησιν ἔχων· μικρὸν δέ πως ὑπορραΐσας, πολλὰ μὲν κατεγίνωσκεν ἑαυτὸν τῆς ἀθεμίτου τόλμης καὶ τὴν δίκην ἐκεῖθεν αὐτῷ συναίσθησιν ἔλαβεν καταρραγῆναι· καὶ μέχρι τοῦ μάρτυρα αὐτὸν ἑαυτοῦ τῆς ἀνοσιουργίας γενέσθαι ἀνενεγκών, παντοδαποῖς ἕλκεσι τὴν γαστέρα σπασθείς, συνδιερράγη καὶ τὴν ψυχήν. Καὶ ὁ Ἐλπίδιος δέ, εἰ καὶ τῶν ἄλλων βραδύτερον, ἀλλ' οὖν τῇ τοῦ Προκοπίου τυραννίδι συμπράττων φωραθείς, ὃς ἐπανέστη τῷ Οὐάλεντι, τῶν τε χρημάτων γυμνωθεὶς καὶ εἱρκταῖς καταβιούς, ἀκλεῶς καταστρέφει τὸν βίον, ἐπάρατος πᾶσι γεγονὼς καὶ ὁ θύτης Ἐλπίδιος ἐπονομαζόμενος. Ἄλλος δέ τις συνεισελθὼν τοῖς εἰρημένοις ἐν τῇ ἐκκλησίᾳ, ἣν ἐπόρθουν καὶ ἀπεσύλων τὰ ἀναθήματα καὶ τὰ κειμήλια λαφυραγωγοῦντες τὸν ἐν αὐτοῖς θεραπευόμενον ἐξύβριζον, οὗτος δή, προσανασυράμενος τὴν ἐσθῆτα, τῷ θυσιαστηρίῳ ἐνασελγαίνων ἐναπούρησε καὶ παραυτίκα ποινὴν χαλεπὴν καὶ ὀξεῖαν ἀπέτισεν. δι' ὧν γὰρ ὕβρισεν μορίων, ταῦτα μέχρι τῶν ἐντέρων διασαπεὶς καὶ σκωλήκων ἀδιήγητον χρῆμα τεκνώσας, οἰκτρῶς ἄγαν καὶ οὐδ' ἀφηγήσεως ἀξίως καταστρέφει τὸν βίον. καὶ μὲν δὴ καὶ ἕτεροι παραπλήσια τετολμηκότες ἐφαμίλλους τὰς τιμωρίας δεδώκασιν. 7.11 Ὅτι Ῥωμαίων ὁ βασιλεὺς Ἀδριανός, ὃς Αἴλιος ἐπωνόμαστο,τὰς Ἱεροσόλυμα Αἰλίαν ἐξ ἑαυτοῦ μετεκαλέσατο, ὡς ἂν παντάπασι τὸ Ἰουδαίων αὐτῆς ἔθνος ἀποστήσῃ καὶ ἀπορρήξῃ καὶ μηδ' ἐκ τῆς κλήσεως ὡς πατρίδος αὐτῆς ἀντιποιεῖσθαι πρόφασιν ἔχωσιν. ἐδεδίει γὰρ αὐτῶν τὸ θερμουργὸν καὶ ῥιψοκίνδυνον μή, συναγειρόμενοι κατὰ πρόφασιν ἐν τῇ πόλει λατρείας, πράγματα Ῥωμαίοις παρέξουσιν. 7.12 Ὅτι, φησί, Βαβύλα τοῦ μάρτυρος τῶν λειψάνων μετατεθέντων, τὰ τῶν Ἑλλήνων χρηστήρια, τοῦ κατὰ τὴν ∆άφνην ἀρξαμένου, χρησμοὺς ἀνεδίδου καὶ λόγια, τῆς θείας προνοίας φθέγγεσθαι μὲν αὐτοῖς ἐνδιδούσης, τρεπούσης δὲ τὴν εἰς τιμὴν αὐτοῖς ὁρῶσι σπουδὴν εἰς αἰσχύνην ἄφατον. καὶ γὰρ ἐξ ὧν ἐσπούδαζε τὸ Ἑλληνικὸν κιχρᾶν τὰ δαιμόνια, ἵν' ἔχοιεν ἐπὶ μᾶλλον θειάζειν αὐτά, ἐκ τούτων τὸ ἀσθενὲς αὐτῶν καὶ πεπλανημένον διελέγχειν τῇ θείᾳ προνοίᾳ συνηλαύνοντο· ψευδεῖς γὰρ καὶ ἀτέλεστοι κατά γε τὸ περιφανέστατον οἱ ἐκεῖθεν χρησμοὶ ἐγνωρίζοντο. ὅθεν καὶ προθεσπισάντων ἅμα πάντων καθ' ἕκαστον τῶν μαντείων ὡς Ἰουλιανὸς ὁ τοῦ βασιλέως θεῖος νοσῶν οὐ τεθνήξεται, ἐν αὐταῖς ταῖς τῶν χρησμῶν ἀναγνώσεσιν οἰκτρῶς ἐκεῖνος καὶ ἐλεεινῶς τὸν βίον ἀπέρρηξεν. 7.13 Ὅτι, φησί, Ἥρωνά τινα ἐκ Θηβῶν τῶν Αἰγυπτίων ὁρμώμενον καὶ εἰς ἐπισκόπους τελέσαντα, εἶτα πρὸς Ἑλληνισμὸν μεταβαλόντα, παραχρῆμα νόσος σηπεδονώδης ἀπέλαβεν καὶ πᾶν αὐτοῦ καταβοσκηθεῖσα τὸ σῶμα βδέλυγμα πᾶσιν ὑπέδειξεν. ὁ δὲ πανταχόθεν ἀπορούμενος ἐν τοῖς ἀμφόδοις κατέκειτο, μηδ' ὅντινα οὖν μηδαμόθεν ἕλκων ἔλεον, τῶν μὲν Χριστιανῶν παντελῶς αὐτὸν ἐκτρεπομένων, τῶν Ἑλλήνων δὲ μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον αὐτὸν ἐγνωκότων. ἀλλ' ὁ μὲν Ἥρων πικρῶς