υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐξευρημένῃ, ἀλλὰ πρὸ τοῦ τὸν κόσμον εἶναι διεγνωσμένῃ καὶ ἀφωρισμένῃ παρὰ Σοί, ταύτῃ με δόξαΣον· ταύτην γὰρ ἔκτοτε εἶχον τῇ περὶ τὸ πλάσμα συμπαθείᾳ καὶ στοργῇ τὸν ὑπὲρ αὐτῶν ἑκὼν καὶ σὺν εὐφροσύνῃ θάνατον ὑποστῆναι φιλοτιμούμενος. ταῦτα δὲ καὶ τὰ τοιαῦτά φησιν, ἵνα δείξῃ, ὅτι οὐκ ἀσθενείας ἦν τὸ παθεῖν αὐτὸν ἢ ἀγνοίας, ἀλλὰ δυνάμεως μᾶλλον καὶ προγνώσεως καὶ τῆς πολλῆς αὐτοῦ καὶ ἀφάτου περὶ τὸν ἄνθρωπον κηδεμονίας ἀπόδειξις ἦν. 101 Jo 17, 13 Εἰπὼν ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐδήλωσε σαφῶς, ὅτι θέλων αὐτοὺς ἀπὸ τῆς πολλῆς ἀνακτήσασθαι θλίψεως τὰ προειρημένα ἐλάλησεν. διὸ καὶ πρὸς τὴν ἐκείνων συγκαταβαίνων διάνοιαν (παραμυθεῖσθαι γὰρ αὐτούς, ἀλλ' οὐ διδάσκειν νῦν τὴν τῆς θεολογίας ἀκρίβειαν ἐβούλετο) ἀνθρωπινώτερον καὶ ὡς ἐκεῖνοι ἠδύναντο παραμυθεῖσθαι διαλέγεται· τήρηΣον αὐτοὺς λέγων ἐν τῷ ὀνόματί Σου καὶ ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτοὺς καὶ τὰ ὅμοια. χαρὰν δὲ τὴν ἐμήν, φησίν, οἷον τὴν πνευματικὴν τὴν στηρίζουσαν ψυχήν, ἀλλ' οὐχὶ τοιαύτην, οἵαν ὁ κόσμος ἔχει διὰ τρυφῆς καὶ ἡδονῶν καὶ σωματικῆς εὐπαθείας συνισταμένην. 102 Jo 17, 13-16 Ταῦτα λαλῶ ἐν τῷ κόσμῳ. ποῖα; τὸ ἐγώ σε ἐδόξασα ἐν τῷ κόσμῳ, τὸ δόξασόν με σύ, πάτερ, τὸ ἐφανέρωσά Σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς δέδωκάς μοι, Σοὶ ἦσαν, ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, ἐγὼ περὶ αὐτῶν ἐρωτῶ, τήρηΣον αὐτοὺς ἐν τῷ ὀνόματί Σου καὶ ὅσα ἄλλα εἰς παραμυθίαν εἴρηται τῶν ἀποστόλων· καὶ γάρ, φησίν, ταῦτα λαλῶ εἰς τὸν κόσμον, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. τοῦτ' ἔστιν δι' αὐτοὺς τούτους εἴρηται ταῦτα καὶ εἰς εὐχῆς ἐσχημάτισται τύπον, ἵνα τε ἀναψυχὴν ἀπὸ τῆς συνεχούσης αὐτοὺς θλίψεως λάβωσι καὶ ἵνα μᾶλλον πιστεύσωσι, ὅτι πάντως ἔσται αὐτοῖς ταῦτα τοσαύτην σπουδὴν καταβαλλομένου ὑπὲρ αὐτῶν ἐμοῦ, ὥστε καὶ τὸν πατέρα αἰτεῖσθαι γενέσθαι αὐτοῖς ταῦτα. ταῦτα δὲ ἐγένετο, ὅτι ἔτι ἀτελῶς διέκειντο οἱ μαθηταί. ὅτι δὲ ἀτελῶς, δῆλον ἐκ τοῦ λέγειν οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι. τοῦ κόσμου μὲν γὰρ σωτὴρ περιγέγονεν, ἀλλὰ τέως πρὸς τὸ ἐκείνων ἀτελὲς καὶ ἵνα τὸ ἀθυμοῦν ψυχαγωγήσῃ λέγει καὶ πάλιν· οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου· ᾔδει γὰρ δηλονότι ὁ δεσπότης ἔτι δεδοικότας τὸν θάνατον. καὶ ἐπειδὴ ἔλεγεν· οὐκ εἰμὶ ἐκ τοῦ κόσμου καὶ οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, ἵνα μὴ ὑποπτεύσωσιν, ὅτι ὥσπερ ἐκεῖνος χαίρων ἔρχεται ἐπὶ τὸ πάθος, τοῦτο καὶ αὐτοὺς παθεῖν αἰτεῖται τὸν πατέρα, οὐκ ἐρωτῶ, φησίν, ἵνα ἄρῃς αὐτοὺς καὶ τὰ ἑξῆς. 103 Jo 17, 16 Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. λίαν τοῦτο θαυμασίως φησὶν εἰς τὸ ἀπορράπτεσθαι τὰ τῶν αἱρετικῶν στόματα, οἵτινες αὐτὸν τερατεύονται μὴ ἀνειληφέναι ἀληθῶς τὴν ἡμετέραν σάρκα· εἰπὼν γὰρ περὶ τῶν μαθητῶν, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καὶ ἐπαγαγὼν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, παρέστησεν ἀκριβῶς, ὅτι καθὸ οἵ τε μαθηταὶ καὶ αὐτὸς ὁ δεσπότης ἄνθρωποι, δηλονότι ἐκ τοῦ κόσμου εἰσίν, καθὸ δὲ τὴν πρὸς τὸν κόσμον συμπάθειαν διεκρούσαντο, οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, ὥστε τῷ κεχωρίσθαι τῆς ἁμαρτίας μόνον ὁ δεσπότης οὐκ ἔστιν ἐκ τοῦ κόσμου. τῷ δὲ ἀληθεῖ τῆς ἐνανθρωπήσεως ἐκ τοῦ κόσμου ἦν ὥσπερ οἱ μαθηταί, τοῦτ' ἔστιν ὁμοούσιος ἑκάστῳ τῶν ἀνθρώπων. 104 Jo 17, 18 Εἰ δὲ καὶ εἶπεν ἀπέστειλα αὐτοὺς τοῦτ' ἔστιν ηὐτρέπισα, πρὸς ἀποστολὴν κατηρτισμένους ἐποίησα, ἔθος αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. 105 Jo 17, 18 Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον ἐπὶ προνοίᾳ καὶ εὐεργεσίᾳ τοῦ κόσμου, οὕτω κἀγὼ ὁμοίως Σοὶ προνοῶν τοῦ κόσμου, οὐχὶ ἐπὶ κατακρίσει καὶ κολάσει. καὶ καθὼς ἐγὼ σημείοις καὶ τέρασι τῷ ἀνθρωπίνῳ βίῳ ἐπεδήμησα, οὕτω καὶ αὐτοὺς σημείοις καὶ τέρασι καθοπλίσας εἰς τὴν οἰκουμένην ἀπέστειλα. 106 Jo 17, 21 Οἱ μὲν ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ ἐν τῷ πατρὶ ἕν εἰσι καὶ ἐν τῷ υἱῷ, τοῦτ' ἔστι πολλοὶ ὄντες ἑνοποιοῦνται ἐν τῇ πίστει τῇ εἰς αὐτούς. ὁ δὲ πατὴρ ἐν τῷ υἱῷ ἕν ἐστι τῇ ὁμοτιμίᾳ τῆς φύσεως· καὶ γὰρ καὶ ὁ υἱός, φησίν, ἕν ἐστι