ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνος πάντα τὰ κατὰ τὴν οἰκίαν πράττει κἂν κέχρηται ἔν τισι τῇ οἰκίᾳ συνεργῷ, οὕτω, φησί, καὶ ἡ ἁμαρτία λαβοῦσά με ἔκδοτον καὶ πραθέντα αὐτῇ ἐνῴκησε, καὶ ἑαυτῆς ὅλον ἐποιήσατο, πᾶν ἀγαθὸν ἀπελάσασα τῆς ἐμῆς σαρκός, οἷον ἐπίγνωσιν ὧν πράττω, μετάνοιαν ἐφ' οἷς ἁμαρτάνω, καὶ εἴ τι τοιοῦτον. εἶτα· τὸ γὰρ θέλειν παράκειταί μοι. οὐ παντάπασι δέ, φησίν, ἐξέστην ἐμαυτοῦ ὥστε μηδ' εἰδέναι τὸ ἀγαθὸν ὅλως μηδ' ἔχειν ἐπιθυμίαν αὐτοῦ, ἀλλ' ἔσθ' ὅτε διανίσταμαι πρὸς αὐτό· διὰ τοῦτο γὰρ ἔφη· παράκειταί μοι, οἷον· κεῖται παρ' ἐμοὶ ὅμοια νεκρῷ· ὅμως διανίσταμαι κειμένου αὐτοῦ παρ' ἐμοί, ἀλλὰ κυριευόμενος ὑπὸ τῆς ἁμαρτίας τὴν προαίρεσιν εἰς τέλος οὐκ ἄγω. Ἢ οὖν ὡς εἴρηται, ἢ καὶ οὕτως ἐκληπτέον τὰ εἰρημένα· οὐ γινώσκω, πραθεὶς δηλονότι· οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὤν, τοῦτο πράσσω νῦν πεπραμένος ὤν, ἀλλ' ὃ μισῶ ἐλεύθερος ὤν, τοῦτο ποιῶ πεπραμένος ὤν. εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὤν, τοῦτο πράσσω πεπραμένος ὤν, 507 συμμαρτυρῶ ἐλεύθερος ὢν ὅτι καλὸς ὁ νόμος· τὰ γὰρ αὐτὰ ἐκείνῳ βούλομαι τότε καὶ οὐχὶ ἃ νῦν ποιῶ. Ἢ οὕτως· οὐ γὰρ ὅπερ ἤθελον, φησί, καὶ ἔστεργον τυχὸν πρὸ βραχέως τοῦτο νῦν πράσσω, ἀλλ' ὃ ἐμίσουν· ὥστε ἐξ ὧν ὃ ἐμίσουν ποιῶ. κἂν ποιῶ, ὅμως διὰ τοῦ μισεῖν καλῶς τὸν νόμον λέγειν μαρτυρῶ καὶ καλὸν εἶναι. πόθεν δῆλον ὅτι πεπραμένος εἰμὶ ὑπὸ τὴν ἁμαρτίαν; ἐκ τοῦ μὴ εἰδέναι με ἃ ποιῶ· ἐλεύθερος γὰρ καὶ ἀκυρίευτος ὢν ὑπ' αὐτῆς, ἐγίνωσκον ὅ με δεῖ κατεργάζεσθαι, καὶ ὑπὸ τοῦ φυσικοῦ καὶ ὑπὸ τοῦ γραπτοῦ διδασκόμενος νόμου· ἀλλ' ἑκὼν αὐτῇ ὑποκατακλιθεὶς ἐκυριεύθην καὶ ἐπράθην καὶ διὰ τοῦτο οὐδ' οἶδα τί κατεργάζομαι. Rο+m7,21 Ἐξ ὧν εἶπον, φησί, καὶ ἐξ ὧν ἐσκόπησα, τοῦτό μοι συμπεραίνεται καὶ τοῦτο εὑρίσκω. ποῖον; τὸ εἶναι τὸν νόμον νόμον μὲν εἰς καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν καὶ τοῦτο μόνον χαριζόμενον· τὸ γὰρ κακὸν εὑρίσκω, ὅτι ὁμοίως ἐμοὶ παράκειται, καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου, εἰ μὴ καὶ βλάβην μᾶλλον ἐδεξάμην, ὅτι παρακεῖσθαί μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχεν ἀφορμήν. ὁ νόμος οὖν μόνον νόμος, φησίν, ἐγένετό μοι εἰς τὸ καλόν, ἄλλο δὲ οὐδέν· πόθεν δῆλον ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται. Ἢ καὶ οὕτως· εὑρίσκω τὸν νόμον καλόν, ἵνα ᾖ τὸ καλὸν καὶ ἐν ὑπερβατῷ καὶ ἀπὸ κοινοῦ κείμενον. εὑρίσκω, φησί, τὸν νόμον καλὸν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν. τί οὖν οὐ πράττεις αὐτό; ὅτι κακόν μοι παράκειται. ὥστε τὸ καλὸν τοῦ νόμου ἐν τῷ μόνον νομοθετεῖν, ἀλλ' οὐχὶ καὶ ῥύεσθαι τοῦ κακοῦ καὶ σώζειν ἰσχύει. διὸ φευκτέον αὐτοῦ καὶ προσιτέον Χριστῷ. Ἢ μᾶλλον οὕτως· εὑρίσκω ἄρα τὸν νόμον, τοῦτ' ἔστι κατενόησα καὶ κατελαβόμην τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς, ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσεν· πόθεν δῆλον; ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν οὐδὲν ἐπικουρεῖ, ἀλλ' ὁμοίως τὸ κακὸν παράκειται, ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν εὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτοῦ, ἐν τῷ ἐν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν εὑρίσκειν ὅτι τὸ κακὸν παράκειται, καὶ οὐκ ἀπελήλαται ὑπ' αὐτοῦ ἐξ ἐμοῦ. καὶ εἴη ἂν καὶ τὰ ἐφεξῆς ῥηθησόμενα Παύλῳ τῶν προειρημένων δύο διαλήψεων κατασκευαστικά, ἑκατέρας ἐγχωρούσης διανοίας καὶ τὴν ἀκολουθίαν ἀπαραπόδιστον διασωζούσης. ∆υνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν· εὑρίσκω 508 ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· καὶ γὰρ οἱ κατὰ τὸ Εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν οὐχ εὑρίσκουσιν, ὅτι παράκειται αὐτοῖς τὸ κακόν. διὰ γὰρ τοῦ βαπτίσματος ἐξώσθη καὶ ἀπελήλαται, ὥστε δεῖ Χριστῷ διὰ τοῦ βαπτίσματος προσελθεῖν καταλιπόντας τὸν νόμον. Ἐκλάβοις δ' ἂν καὶ οὕτως οὐκ ἀπεικότως· εὑρίσκω τὸν νόμον οἷον σύμμαχον, μᾶλλον δὲ συμφωνοῦντα τῷ θέλοντι ἐμοὶ τὸ καλόν. καὶ τίς χρεία συμφωνίας ἢ συμμαχίας; πολλῆς, φησί, διότι ἐμοὶ τὸ κακὸν παράκειται καὶ ἀντιστρατεύεται καὶ πολεμεῖ. καὶ ἑξῆς αὐτὸ τοῦτο πλατύνει καὶ διασαφεῖ, πῶς συμφωνεῖ ὁ νόμος, πῶς