πάντα. ἐπεὶ γὰρ ἕκαστον ἢ κατ' αἰτίαν ἔστιν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν, ἔν τε τῷ πρώτῳ τὰ λοιπὰ κατ' αἰτίαν ἔστι, καὶ ἐν τῷ μέσῳ τὸ μὲν πρῶτον κατὰ μέθεξιν τὸ δὲ τρίτον κατ' αἰτίαν, καὶ ἐν τῷ τρίτῳ τὰ πρὸ αὐτοῦ κατὰ μέθεξιν, καὶ ἐν τῷ ὄντι ἄρα ζωὴ προείληπται καὶ νοῦς, ἑκάστου δὲ κατὰ τὴν ὕπαρξιν χαρακτηρι ζομένου καὶ οὔτε κατὰ τὴν αἰτίαν (ἄλλων γάρ ἐστιν αἴτιον) οὔτε κατὰ τὴν μέθεξιν (ἀλλαχόθεν γὰρ ἔχει τοῦτο, οὗ μετείλη φεν), ὄντως ἐστὶν ἐκεῖ καὶ τὸ ζῆν καὶ τὸ νοεῖν, ζωὴ οὐσιώδης καὶ νοῦς οὐσιώδης· καὶ ἐν τῇ ζωῇ κατὰ μέθεξιν μὲν τὸ εἶναι, κατ' αἰτίαν δὲ τὸ νοεῖν, ἀλλὰ ζωτικῶς ἑκάτερον (κατὰ τοῦτο γὰρ ἡ ὕπαρξις)· καὶ ἐν τῷ νῷ καὶ ἡ ζωὴ καὶ ἡ οὐσία κατὰ μέθεξιν, καὶ νοερῶς ἑκάτερον (καὶ γὰρ τὸ εἶναι τοῦ νοῦ γνωστικὸν καὶ ἡ ζωὴ γνῶσις). 104 Πᾶν τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν αἰώνιον ἔχει. εἰ γὰρ πρώτως μεταλαγχάνει τῆς τοῦ αἰῶνος ἰδιότητος, οὐ τῇ μὲν αὐτοῦ μετέχει τῇ δὲ οὔ, ἀλλὰ πάντῃ μετέχει. ἢ γὰρ κατὰ τὴν ἐνέργειαν μετέχον οὐ μετέχει κατὰ τὴν οὐσίαν (ἀλλ' ἀδύνατον· ἡ γὰρ ἐνέργεια κρείττων ἔσται τῆς οὐσίας)· ἢ κατ' οὐσίαν μετέχον οὐ μετέχει κατὰ τὴν ἐνέργειαν, καὶ ἔσται πρώτως αἰώνιον τὸ αὐτὸ καὶ χρόνου μετέχον πρώτως, καὶ χρόνος μέν τινων μετρήσει τὴν ἐνέργειαν πρώτως, αἰὼν δὲ οὐδενός, ὁ παντὸς χρόνου κρείττων, εἴπερ τὸ πρώτως αἰώνιον οὐ συνέχεται κατ' ἐνέργειαν ὑπὸ αἰῶνος. ἅπαν ἄρα τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν ἔχει καὶ τὴν ἐνέργειαν αἰώνιον. 105 Πᾶν τὸ ἀθάνατον ἀΐδιον· οὐ πᾶν δὲ τὸ ἀΐδιον ἀθάνατον. εἰ γὰρ ἀθάνατόν ἐστι τὸ ἀεὶ ζωῆς μετέχον, τὸ δὲ ἀεὶ ζωῆς μετέχον καὶ τοῦ εἶναι μετέχει, καὶ τὸ ἀεὶ ζῶν ἀεὶ ἔστιν· ὥστε τὸ ἀθάνατον πᾶν ἀΐδιον (ἔστι γὰρ τὸ ἀθάνατον τὸ ἄδεκτον θανάτου καὶ ἀεὶ ζῶν, ἀΐδιον δὲ τὸ ἄδεκτον τοῦ μὴ εἶναι καὶ ἀεὶ ὄν). εἰ δὲ πολλὰ τῶν ὄντων ἐστὶ καὶ κρείττονα καὶ χείρονα τῆς ζωῆς, ἄδεκτα ὄντα τοῦ ἀθανάτου, ἀεὶ δὲ ὄντα, οὐ πᾶν ἄρα τὸ ἀΐδιον ἀθάνατόν ἐστιν. ἀλλὰ μὴν ὅτι πολλὰ ἀεὶ ὄντα οὐκ ἀθάνατά ἐστι, δῆλον· ἔστι γάρ τινα τῶν ὄντων ἄμοιρα μὲν ζωῆς, ἀεὶ δὲ ὄντα καὶ ἀνώλεθρα. ὡς γὰρ ἔχει τὸ ὂν πρὸς τὴν ζωήν, οὕτως τὸ ἀΐδιον πρὸς τὸ ἀθάνατον (ἡ γὰρ ἀναφαίρετος ζωὴ τὸ ἀθάνατόν ἐστι, καὶ τὸ ἀναφαιρέτως ὂν ἀΐδιον)· τὸ δὲ ὂν τῆς ζωῆς περιληπτικώτερον· καὶ τοῦ ἀθανάτου ἄρα τὸ ἀΐδιον. 106 Παντὸς τοῦ πάντῃ αἰωνίου κατά τε οὐσίαν καὶ ἐνέργειαν καὶ τοῦ τὴν οὐσίαν ἔχοντος ἐν χρόνῳ μέσον ἐστὶ τὸ πῇ μὲν αἰώνιον, πῇ δὲ χρόνῳ μετρούμενον. τὸ γὰρ τὴν οὐσίαν ἔχον ὑπὸ χρόνου περιεχομένην κατὰ πάντα ἐστὶν ἔγχρονον (πολλῷ γὰρ πρότερον τοῦτο καὶ τὴν ἐνέργειαν ἔγχρονον ἔλαχε)· τὸ δὲ κατὰ πάντα ἔγχρονον τῷ κατὰ πάντα αἰωνίῳ πάντῃ ἀνόμοιον· αἱ δὲ πρόοδοι πᾶσαι διὰ τῶν ὁμοίων· ἔστιν ἄρα τι μεταξὺ τούτων. ἢ οὖν τῇ οὐσίᾳ αἰώ νιον, τῇ ἐνεργείᾳ δὲ ἔγχρονον τὸ μέσον, ἢ ἀνάπαλιν. ἀλλὰ τοῦτο ἀδύνατον· ἔσται γὰρ τῆς οὐσίας ἡ ἐνέργεια κρείττων. λείπεται δὴ θάτερον εἶναι τὸ μέσον. 107 Πᾶν τὸ πῇ μὲν αἰώνιον, πῇ δὲ ἔγχρονον, ὄν τέ ἐστιν ἅμα καὶ γένεσις. καὶ γὰρ τὸ αἰώνιον πᾶν ὄν ἐστι, καὶ τὸ μετρούμενον ὑπὸ χρόνου γένεσις· ὥστ' εἰ τὸ αὐτὸ χρόνου μετέχει καὶ αἰῶνος, οὐ κατὰ τὸ αὐτὸ δέ, καὶ τὸ αὐτὸ ἔσται ὄν τε καὶ γένεσις, οὐ καθ' ἓν ἄμφω. ἐκ δὴ τούτων φανερὸν ὅτι ἡ μὲν γένεσις, καὶ τὴν οὐσίαν ἔγχρονον ἔχουσα, ἀνήρτηται εἰς τὸ πῇ μὲν ὄντος, πῇ δὲ γενέ σεως κοινωνοῦν, αἰῶνος ἅμα καὶ χρόνου μετέχον· τοῦτο δὲ εἰς τὸ κατὰ πάντα αἰώνιον· τὸ δὲ κατὰ πάντα αἰώνιον εἰς τὸν αἰῶνα· ὁ δὲ αἰὼν εἰς τὸ ὂν τὸ προαιώνιον. 108 Πᾶν τὸ ἐν ἑκάστῃ τάξει μερικὸν διχῶς μετέχειν δύναται τῆς ἐν τῇ προσεχῶς ὑπερκειμένῃ διακοσμήσει μονάδος· ἢ διὰ τῆς οἰκείας ὁλότητος, ἢ διὰ τοῦ ἐν ἐκείνῃ μερικοῦ καὶ συστοίχου πρὸς αὐτὸ κατὰ τὴν πρὸς ὅλην τὴν σειρὰν ἀναλογίαν. εἰ γὰρ δι' ὁμοιότητος ἡ ἐπιστροφὴ πᾶσι, καὶ ἔστι τῷ ἐν τῇ ὑπερκειμένῃ τάξει μοναδικῷ καὶ ὅλῳ τὸ ἐν τῇ καταδεεστέρᾳ μερικὸν ἀνόμοιον καὶ ὡς ὅλῳ μερικὸν καὶ ὡς τάξεως ἄλλης καὶ ἄλλης, πρὸς δὲ τὸ ἐκ τῆς αὐτῆς σειρᾶς ὅλον ὅμοιον διὰ τὴν τῆς ἰδιότητος κοινωνίαν καὶ πρὸς τὸ τῆς ὑπερκειμένης προσεχῶς ὁμοταγὲς διὰ τὴν ἀνάλογον ὑπόστασιν, δῆλον δὴ ὅτι διὰ τούτων αὐτῷ μέσων ἡ πρὸς ἐκεῖνο γίνεσθαι πέφυκεν