22
δι' ἀπάτης τῶν ἀνθρώπων σφαγὰς, καὶ εἰς ἐπικουρίαν τῶν ἀδικουμένων ἐλήλυθεν. Τοῦτο γὰρ σημαίνει, "Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων." Κραυγὴν γὰρ ἐνταῦθα οὐ τὴν προσευχὴν λέγει καὶ δέησιν, ἀλλὰ τὴν διὰ τῆς ἁμαρτίας ἐπεισελθοῦσαν ταλαιπωρίαν, δι' ἣν καὶ θάνατοι ἄωροι, καὶ θρῆνοι, καὶ συμφοραί. ιδʹ. "Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου." Τοιαύτη τις ἦν, φησὶν, ἡ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γινομένη κραυγὴ, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν. ιεʹ. "Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου." Τοῦτο, φησὶν, ἐστὶ τὸ τέλος τῶν ἀγαθῶν, ἡ τῆς φθορᾶς ἀπαλλαγὴ, καὶ τοῦ θανάτου κατάλυσις· ἧς ἀπολαύ σαντες ἀεὶ τὰς σὰς εὐεργεσίας ὑμνήσομεν. "Ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου." Σιὼν καλεῖ τὴν ἐπουράνιον πόλιν, ὡς ὁ μακάριος Παῦλος ἐδίδαξε· πύλας δὲ ἐκείνης, τὰς ἁπανταχοῦ τῆς γῆς Ἐκκλησίας, δι' ὧν εἰς ἐκείνην εἰσῄεσαν οἱ πιστεύοντες. Ἐν ταύ ταις τοίνυν, φησὶν, ἀγαλλιώμενοι, καὶ χορεύον τες ἐπὶ ταῖς ἐλπίσι τῆς ἀναστάσεως, τὸν τούτων πρόξενον ἀνυμνήσομεν. Καὶ ἐπειδὴ τῆς τοῦ θανάτου καταλύσεως ἐμνημόνευσεν, εἰκότως ἐπήγαγεν· ι ϛʹ, ιζʹ. "Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίη σαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν." Γινώσκεται Κύριος κρίματα ποιῶν· ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτω λός." Ἔθνη δὲ καὶ ἐνταῦθα προσαγορεύει 80.929 τῶν δαιμόνων τὸ στίφος. Οὗτοι γὰρ τὸν σωτήριον σταυρὸν τεκτηνάμενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν· καὶ ἐν παγίδι ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ δὲ καὶ ἐπὶ τῶν ἀπι στησάντων ἐθνῶν, καὶ τοὺς καλλινίκους ἀποστόλους καὶ μάρτυρας ἀνελόντων, τὰ προκείμενα ληφθείη ῥήματα, καὶ οὕτω τὸ ἀληθὲς τῆς προφητείας εὑ ρήσομεν. ∆ιὰ γάρ τοι τῆς ἐκείνων σφαγῆς ἐβε βαιώθη τῆς εὐσεβείας τὸ κήρυγμα, καὶ πλείους ὧν ἐθήρευσαν ζῶντες ἀποθανόντες ἐζώγρησαν· καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρ τωλὸς, καὶ ἐγνώσθη Κύριος κρίματα ποιῶν, τουτέστι σοφῶς καὶ δικαίως οἰκονομῶν. ιηʹ, ιθʹ. "Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα." Οὗτοι, φησὶν, οἱ τῷ θείῳ διαπιστήσαντες κηρύγματι τὸν ᾅδην ὅτι τάχιστα καταλήψονται, καὶ τῷ θανάτῳ παραδοθήσονται, οὐδὲ τὴν τυχοῦσαν βλά βην τοῖς ὑπ' αὐτῶν διωκομένοις ἐπαγαγόντες. "Ἡ ὑπομονὴ γὰρ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα." Ὅτι "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται." Καί· "Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα νῶν." Εἶτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς θεασάμενος λεηλατουμένους ὑπὸ τῶν δυσσεβῶν τοὺς τῆς εὐσεβείας κήρυκας, εὐκτικῶς λέγει· κʹ, καʹ. "Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄν θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν." Εἰκότως ἄν τις ἔροιτο Ἰουδαίους, ποῖον ἐνταῦθα δοθῆναι νομοθέτην ὁ προφήτης παρα καλεῖ; Μωσῆς μὲν γὰρ ὁ μέγας, πάλαι καὶ πρό παλαι τῆς θείας νομοθεσίας γενόμενος ὑπουργὸς, τοῦ βίου τὸ τέλος ἐδέδεκτο· "Ἕτερος δὲ μετ' ἐκεῖ νον οὐκ ἐγήγερται νομοθέτης." Εἰ δὲ μηδεὶς ἕτε ρος δείκνυται, μήτε τοῖς Ἰουδαίοις, μήτε τοῖς ἔθνεσι, καταστὰς νομοθέτης, λείπεται νοεῖν τὸν ∆εσπότην Χριστὸν ἀναφανῆναι νομοθέτην ἐθνῶν· ὃς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοᾷ· "Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐῤ ῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ." Καὶ τὰ ἄλλα πάντα ὁμοίως. Τὴν τούτου τοίνυν νομοθεσίαν ὁ προφήτης ἀντιβολεῖ παρασχεθῆναι 80.932 τοῖς ἔθνεσιν· ἵνα τὸν θηριώδη καταλιπόντες βίον· γνῶσιν ὅτι ἄνθρωποί εἰσιν. "Ἄνθρωπος γὰρ, φησὶν ὁ Προφήτης,