1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

22

οἰκείᾳ προαιρέσει ἀλλοτριούμενος αὐτῆς. 285 Jo 15, 4-5 Ἐκ τούτων δῆλον, ὅτι ἕκαστος προαιρέσει ἰδίᾳ μένει ἐν τῇ ἀμπέλῳ καὶ ἀφίσταται. διὸ οὐκ ἀναγκαστικῶς ἕλκει, ἀλλὰ προαιρετικῶς παραινεῖ. ὁ οὖν μὴ ὢν ἐν αὐτῷ, ἀλλὰ δι' οἰκείαν κακίαν ἑαυτὸν ἀποσχίσας ἄκαρπος μένει τοῦ λοιποῦ ὡς τὸ κλῆμα τὸ ἐκκοπέν. 286 Jo 15, 5-6 Ἄμπελον ἑαυτὸν καλεῖ ὁ κύριος καὶ τοὺς μαθητὰς κλήματα διδάσκων, ὅτι οὐ δύνανταί τι πρᾶξαι δόκιμον μὴ τῆς ἰκμάδος μετέχοντες τῆς ἀπὸ τῆς ῥίζης. ὥσπερ δὲ ὁ δόκιμος διὰ τῆς ἰδίας ἀρετῆς φέρει τὸν καρπὸν πιαινόμενος ἐκ τῆς ῥίζης, οὕτως ὁ ἀργὸς ἐκκόπτεται καὶ ὡς μηκέτι δυνάμενος καρπο φορεῖν πυρὶ παραδίδοται. 287 Jo 15, 7 ∆ι' ὧν ἐπαγγέλλεται δώσειν δείκνυσιν, ὅτι οὐκ ἀνόνητος ἔσται τοῖς ἁγίοις τῆς εὐσεβείας ἡ ὁδός. 288 Jo 15, 8 Ἐν γὰρ τῷ πολὺν καρπὸν ἐνεγκεῖν τοὺς μαθητὰς δεδοξάσθαι τὸν πατέρα φησίν· ὁ γὰρ καρπὸς τῶν μαθητῶν διαφόρως νοεῖται, ποτὲ μὲν ἐπὶ τῶν ἔργων τῆς κατὰ τὴν πολιτείαν δικαιοσύνης λαμβανόμενος, ποτὲ δὲ ἐπὶ τῶν ἐθνῶν τῶν εἰς ἐπίγνωσιν θεοῦ ἐρχομένων διὰ τῆς ἀποστολικῆς αὐτῶν χάριτος καὶ διδασκα λίας, ἀμφότερα ὑπὸ τῶν μαθητῶν κατορθωθέντα εἰς δόξαν θεοῦ. 289 Jo 15, 12 Προσθεὶς τὸ καθὼς ἠγάπησα ὑμᾶς τὸ ἐξαίρετον ἐσήμανε τῆς εὐαγγε λικῆς ἀγάπης καὶ τῆς ἐντολῆς τὴν αὔξησιν καὶ τὸ καινὸν αὐτῆς τὸ ὑπὲρ ἑαυτὸν ἀγαπᾶν τοὺς φίλους. 290 Jo 15, 15 Ὡς διὰ τὴν προκοπὴν τῆς ἀρετῆς τὸ τῶν δούλων ὑπερβάντας μέτρον φίλους ὀνομάζει. διό φησιν ὡς εἰλικρινῶς ὑμᾶς ἀγαπῶν οὐδὲν ὑμᾶς τῶν ὀφειλομένων ἀπέκρυψα. 291 col1 Jo 15, 16 Χάριτι εἰς τὸ τῆς ἀποστολῆς ἀξίωμα ἐκλήθητε καὶ διδάσκαλοι τῆς ὅλης οἰκουμένης κατέστητε ὥσπερ ἐν θερισμῷ πολὺν τὸν καρπὸν διὰ τοῦ πλήθους τῶν πιστευόντων ἐνεγκεῖν τῷ δεσπότῃ. πολλαχοῦ δὲ τῶν εὐαγγελι στῶν τοὺς ὑπακούοντας τῷ ἀγγελικῷ λόγῳ τῇ τοῦ σίτου παρεπλησίασε καρποφορίᾳ ὥσπερ καὶ νῦν πρὸς τοὺς μαθητὰς τοῦτό φησιν· οὐδὲ γὰρ ἄλλως τοῦ σκοποῦ περιγενέσθαι ἠδύναντο καὶ τοJoῦτον καρπὸν τῆς κατὰ τὴν πίστιν εὐφορίας ἐνεγκεῖν, εἰ μὴ αὐτὸς ὁ πατὴρ αἰτοῦσιν αὐτοῖς τὰ ἐπουράνια χαρίσ ματα ἐδίδου καὶ τὰς τεραστίους δυνά μεις ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς παρεῖχεν. Χάριτι γὰρ ἐκλήθησαν εἰς τὸ τῆς ἀποστολῆς ἀξίωμα, ἵνα διδάσκαλοι τῆς οἰκουμένης ἀναδειχθέντες πολὺν καρπὸν ἐνέγκωσι τῷ κυρίῳ διὰ τοῦ πλήθους τῶν πιστῶν, ὅπερ ἴσχυσαν ποιῆσαι ἐν τῷ ὀνό ματι τοῦ υἱοῦ τὸν πατέρα αἰτοῦντες ἰσχυροποιῆσαι αὐτούς. 292 Jo 15, 17-18 Εἰδώς, ὅτι ἤμελλον ὑπὸ πάντων μισεῖσθαι παρεγγυᾷ αὐτοῖς ἔχειν τὴν πρὸς ἀλλήλους ἀγάπην, ἵνα διὰ ταύτης ἀντιστῶσιν Ἰουδαίοις καὶ Ἕλλησιν, ὧν καὶ πρὸς καθαίρεσιν ἦν τὸ εὐαγγελικὸν κήρυγμα. 293 Jo 15, 18-19 Βουλόμενος αὐτοὺς πρὸς ὁμοφροσύνην ἀγαγεῖν τὴν ἐκ τῆς ἀγάπης ἀσφά λειαν δεσμὸν αὐτοῖς ἀρραγῆ ἐπέβαλεν, ὅπως διὰ τῆς τοιαύτης συμπνοίας φραξά μενοι τῇ πρὸς ἀλλήλους διαθέσει ἀντιστῆναι δυνηθῶσι πρὸς τὸ μῖJoς τοῦ κόσμου· ἐπειδὴ γὰρ τὸ κήρυγμα αὐτῶν καὶ ἡ διδασκαλία πρὸς καθαίρεσιν πάσης πλάνης ἐγίνετο, ἀκόλουθον ἦν αὐτοῖς δεινὸν μῖJoς τὸ παρὰ τῶν ἀπίστων ὑποδέξασθαι. ὅθεν ὁπλίζων αὐτοὺς τῇ ὁμοφροσύνῃ ἀντιτίθησιν αὐτῶν τὴν ἀγάπην τῷ μίσει τοῦ κόσμου, τοῦτ' ἔστι τῶν πονηρῶν ἀνθρώπων, ἀλλ' ἵνα μὴ ὡς ἄνθρωποι ἀφόρητον εἶναι νομίσωσι τὸ ἐκ τῶν πονηρῶν μῖJoς, τὰ καθ' ἑαυτὸν ὑπομιμνήσκει αὐτοὺς λέγων· εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν, ὅπως μαθόντες ὡς οὐδὲ αὐτοῦ τοῦ δεσπότου ἐφείσαντο, προθυμότερον καὶ αὐτοὶ κατὰ μίμησιν τοῦ διδασκάλου ὑπομένωσι τὸ μῖJoς. ἑξῆς δὲ αὐτοὺς ὡς οἷόν τε ἦν παραμυθούμενος τοὺς εἰκότας λογισμοὺς προβάλλεται φάσκων· εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἀπὸ γὰρ τῶν πονηρῶν ὑμᾶς ἐκλεξάμενος ἀνθρώπων διὰ τῆς πίστεως καὶ τῆς τοῦ βίου ἀρετῆς παντελῶς ἀλλοτρίους ἐκείνους κατέστησα· οὐκέτι γὰρ ὑμῶν ἐν γῇ, ἀλλ' ἐν οὐρανοῖς τὸ πολίτευμα. 294 Jo 15, 19 Κόσμον λέγει τοὺς πονηρούς, ὧν αὐτοὺς ὁ κύριος ἀπέσχισε διὰ τοῦ εἰς αὐτὸν πιστεύειν καὶ ποιεῖν τὰ τῆς θεοσεβοῦς