1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

22

εἰδωλολατρείας. τότε οἱ κατὰ τὴν ἀνατολὴν Ἕλληνες ἐπαρθέντες εὐθέως ἐν Ἀλεξανδρείᾳ Γεώργιον τὸν ἐπίσκοπον σύροντες ἀνεῖλον, καὶ τὸ λείψανον αὐτοῦ ἀθέως ἐνυβρίζοντες καὶ καμήλῳ ἐπιθέντες ἐπόμπευον διὰ τῆς πόλεως, καὶ μετὰ νεκρῶν ἀλόγων ὀστέων μίξαντες αὐτοῦ τὸ λείψανον κατέκαυσαν καὶ διεσκόρπισαν. τότε Ἀθανάσιος πρός τινα παρθένον κρυπτόμενος χρόνον πολύν, ἐξελθὼν σύνοδον ἐν Ἀλεξανδρείᾳ ἐκρότησε καὶ τὰ κατὰ Νίκαιαν κυρώσας δόγματα τὰς ἐκκλησίας ἀπέλαβεν. οἱ δὲ Ἀρειανοὶ μετὰ Γεώργιον Λούκιον προεχειρίσαντο ἑαυτοῖς καὶ ἐν οἴκῳ κοινῷ συνήγοντο. πολλοὺς δὲ καὶ ἄλλους Χριστιανοὺς οἱ Ἕλληνες ἀνεσταύρωσαν καὶ κατέσφαξαν. τὰ δὲ τοῦ ἁγίου Πατροφίλου, τοῦ ἐν Σκυθοπόλει ἐπισκόπου, λείψανα ἀνορύξαντες τὰ μὲν ἄλλα διεσκόρπισαν, τὸ δὲ κρανίον ἐφυβρίστως κρεμάσαντες ἐνέπαιζον. ἐν δὲ Γάζῃ καὶ Ἀσκάλωνι πρεσβυτέρους καὶ ἀειπαρθένους ἀναιροῦντες ἀνέπτυσσον τὰ σπλάγχνα αὐτῶν, καὶ κριθῶν πληροῦντες τοῖς χοίροις παρέβαλον. ἐν δὲ Φοινίκῃ Κύριλλον διάκονον Ἡλιουπολῖται ἀνελόντες τοῦ ἥπατος αὐτοῦ ἀπεγεύσαντο, ἐπειδὴ τὰ εἴδωλα αὐτῶν ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου κατέστρεψεν. ὁ δὲ ἀνατεμὼν τὸν 48 διάκονον καὶ ἀπογευσάμενος τοῦ ἥπατος αὐτοῦ πέπονθε ταῦτα· τὴν μὲν γλῶσσαν σαπεῖσαν κατέρρευσε καὶ τοὺς ὀδόντας ἀπέβαλε καὶ τοὺς ὀφθαλμοὺς ἐπηρώθη, καὶ οὕτω βασανιζόμενος ἀπέθανεν. τοῖς δὲ ἐν Καισαρείᾳ Καππαδοκίας Χριστιανοῖς πολλὰ κακὰ ἐνεδείξατο Ἰουλιανός, ἀφείλατο δὲ καὶ τὰ δίκαια τῆς πόλεως καὶ τὸ ὄνομα τοῦ καλεῖσθαι αὐτὴν Καισάρειαν, Μάζακα δὲ αὐτὴν ὡς τὸ πρὶν ἐκέλευσε λέγεσθαι, ὅτι οἱ αὐτόθι Χριστιανοὶ ἐπὶ Κωνσταντίου πολλὰ κακὰ τοῖς Ἕλλησιν ἐποίησαν καὶ τὸν ναὸν τῆς Τύχης κατέσπασαν. ἐν δὲ Ἀρεθούσῃ φοβερὰ κατὰ Χριστιανῶν διεπράξατο· ἐν οἷς καὶ Μάρκον τὸν ἁγιώτατον μοναχόν, τὸν καὶ σώσαντα καὶ κρύψαντα Ἰουλιανὸν ἐν τῷ ἀνελεῖν τὸν στρατὸν τὸ γένος Κωνσταντίου, τούτου τὰ σπλάγχνα ζῶντος .... ἐν Ἐμέσῃ ἐν τῇ μεγάλῃ ἐκκλησία τὸ τοῦ ∆ιονύσου εἴδωλον ἵδρυσεν, τὴν δὲ παλαιὰν ἐκκλησίαν κατέστρεψεν. Μάρις. δὲ ὁ Χαλκηδόνος πολλὰς ὕβρεις τῷ Ἰουλιανῷ κατὰ πρόσωπον εἰς τὸν οἶκον τῆς Τύχης θύσοντι ἐπήγαγεν, ὁ δὲ ὡς φιλόσοφος δῆθεν τὰς ὕβρεις ὑπήνεγκεν. βʹ. ξʹ. ιʹ. γʹ. ηʹ. λϛʹ. δʹ. Τούτῳ τῷ ἔτει ὁ δυσσεβὴς Ἰουλιανὸς ἐνομοθέτησε μὴ μετέχειν Χριστιανοὺς Ἑλληνικῶν μαθημάτων. Ἀπολινάριος δὲ τῇ μὲν θείᾳγραφῇ χρησάμενος ὕλῃ, τοὺς χαρακτῆρας δὲ τῶν ἀρχαίων μιμησάμενος καὶ κατὰ Ἰουλιανοῦ λόγον συγγράψας, ὃν "ὑπὲρ ἀληθείας" ἐπέγραψεν, πολλὰ τὴν ἐκκλησίαν ὠφέλησεν. Ἀθανάσιον δὲ τὸν μέγαν Ἀλεξανδρείας ἐξελαθῆναι, ἐκέλευσεν, τῶν Ἑλλήνων σφοδρῶς αὐτὸν παροξυνάντων κατ' αὐτοῦ. ὁ δὲ ἐξερχόμενος θαρρεῖν εἶπε Χριστιανοῖς τοῖς ὑπὲρ αὐτοῦ δακρύουσι φήσας· "θαρσεῖτε, νεφύδριόν ἐστι καὶ παρέρχεται." καὶ Τίτον, τὸν ἱερὸν ἐπίσκοπον Βόστρων, Ἰουλιανὸς ἔγραψε Βοστρηνοῖς ἐξελάσαι τοῦτον τῆς πόλεως. ∆ωρόθεον δέ, τὸν πολύαθλον ἐπίσκοπον Τύρου, τὸν πολλὰς ἱστορίας γράψαντα ἐκκλησιαστικὰς καὶ ἐν λόγοις διαπρέποντα, τὸν ἐπὶ ∆ιοκλητιανοῦ ὁμολογητὴν γεγονότα καὶ αὖθις ἐπὶ Λικινίου, ἐν γήρᾳ βαθεῖ φθάσαντα ἐν τῷ δευτέρῳ χρόνῳ τοῦ παραβάτου οἱ τούτου ἄρχοντες ἐν Ὀδυσσο49 πόλει τοῦτον εὑρόντες ἰδιάσαντα, πολλοὺς αἰκισμοὺς διὰ τὴν εἰς 49 Χριστὸν πίστιν ἐπαγαγόντες ἐθανάτωσαν αὐτὸν ρζʹ χρόνων ὑπάρχοντα. τὰς δὲ Χριστιανῶν εὐποιΐας μιμούμενος ξενῶσι καὶ πτωχοῖς τὰ πρὸς τὴν χρείαν χορηγεῖσθαι ἐκέλευσεν ἀπατῶν τοὺς ἁπλουστέρους. ταῖς εἰκόσιν αὐτοῦ ∆ία καὶ Ἄρεα καὶ Ἑρμῆν συγγράφεσθαι προσέταξεν ὁ δυσσεβὴς καὶ τοὺς λοιποὺς δαίμονας, καὶ τοὺς ἀναβαλλομένους τὴν τούτων προσκύνησιν ὡς ἐχθροὺς τοῦ βασιλέως κολάζεσθαι. τῷ δὲ στρατῷ τὴν ῥόγαν διανέμων πῦρ προετίθει καὶ λίβανον καὶ θυμιᾷν τὸ στράτευμα ἠνάγκαζεν. ἐν Καισαρείᾳ τῇ Φιλίππου, τῇ νῦν Πανεάδι, ὅθεν κατήγετο ἡ αἱμορροοῦσα, ἀνδριὰς ἵστατο πρὸ τοῦ οἴκου αὐτῆς τοῦ κυρίου, ὃν ἐθνικῷ