1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

23

ἐπεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθαρίῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ ἐς τόδε τύχης τὰ τῆς ἐκστρατείας ἐτελεύτα.

4. Ἐν ᾧ δὲ ταῦτα ἐν Βενετίᾳ ξυνέβαινε, Βουτιλῖνος, ἅτερος στρατη γός, τὰ μέχρι τοῦ πορθμοῦ τῆς Σικελίας πολίσματά τε καὶ φρούρια σχεδόν τι ἅπαντα λυμηνάμενος ἐπανῄει αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. 2 ἠκηκόει γὰρ τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ στρατῷ παραταξάμενος τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναρρῖ ψαι, ἐπεὶ καὶ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ' αὐτὸν στρατιᾶς νόσῳ ἑαλώκει καὶ διεφθείρετο. 3 ἤδη γὰρ τοῦ θέρους λήγοντος καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων (ἅπαντα γὰρ τῷ Ναρσῇ ἐμφρονέστατα προδιήρπαστο), οἱ δὲ τοὺς βότρυς ἀφαιρούμενοι καὶ ταῖς χερσὶ δια θλίβοντες ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπὶ μέγα ἐφέρετο καὶ διέρρει, καὶ τὸ μέν τι 45 αὐτῶν ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἳ καὶ διεγίγνοντο. 4 πρίν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς ὅ τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν στρατοπεδεύεται οὐ πόρρω Καπύης τῆς πόλεως ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ, ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπινναίου καὶ ἀνὰ τὰ ἐκείνῃ πεδία περιελιττόμενος ἐς τὴν Τυρσηνικὴν φέρεται θάλατταν. 5 ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν στρατὸν χαράκωμά τε περιεβάλετο καρτερὸν καὶ ἐπεποίθει τῷ χώρῳ· ὅ τε γὰρ ποταμὸς αὐτῷ ἐν δεξιᾷ ὑπορρέων ἀντ' ἐρύματος εἶναι ἐδόκει τοῦ μή τινα ἐπιέναι καὶ τοὺς τῶν ἁμαξῶν τροχούς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας ἐνέπηξε τὰ ἐπίσωτρα τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικύκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. 6 τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπε κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾗ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ ἐπανόδους ποιεῖσθαι. 7 ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη μηδέ γε ἐνθένδε πημαί νοιτο, προκαταλαμβάνει τε αὐτὴν καὶ πύργον τινὰ ξύλινον ἐνταῦθα τεκτηνάμενος ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἷόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους, ἐφ' ᾧ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι καὶ ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. 8 οὕτω δὲ ἕκαστα διαθεὶς ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ ἔοι βουλομένῳ. 9 καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα οὔπω ἐπέπυστο, ἐθαύμαζε δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκεί μενον τὸ στράτευμα οὐκ ἐπεπόμφει· καὶ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν καὶ ἀντίξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. 10 ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν ὀκτωκαίδεκα χιλιάσιν ἐτύγχανεν οὖσα. 46

5. Αὐτός τε δὴ οὖν ὧδέ πως ἄριστα εἶχε προθυμίας καὶ ἅπαντι τῷ στρατῷ παρεκελεύετο γιγνώσκειν, ὡς ὁ παρὼν ἀγὼν οὐκ ἐπὶ σμικρῷ τινι χωρήσει, «ἀλλ' ἢ καθέξομεν,» ἔφη, «τὴν Ἰταλίαν, οὗ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὔκουν τόδε ἡμᾶς, ὦ γενναῖοι, ἀντ' ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους ἀπόνασθαι ὧν ἐφιέμεθα.» 2 Βουτιλῖνος μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει, οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι καὶ τὰ ὅπλα, ὥς πη ἑκάστῳ φίλον,