1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

23

ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας ἐνέπηξε τὰ ἐπίσωτρα τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικύκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. 6 τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπε κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾗ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ ἐπανόδους ποιεῖσθαι. 7 ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη μηδέ γε ἐνθένδε πημαί νοιτο, προκαταλαμβάνει τε αὐτὴν καὶ πύργον τινὰ ξύλινον ἐνταῦθα τεκτηνάμενος ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἷόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους, ἐφ' ᾧ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι καὶ ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. 8 οὕτω δὲ ἕκαστα διαθεὶς ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ ἔοι βουλομένῳ. 9 καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα οὔπω ἐπέπυστο, ἐθαύμαζε δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκεί μενον τὸ στράτευμα οὐκ ἐπεπόμφει· καὶ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν καὶ ἀντίξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. 10 ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν ὀκτωκαίδεκα χιλιάσιν ἐτύγχανεν οὖσα. 46 5. Αὐτός τε δὴ οὖν ὧδέ πως ἄριστα εἶχε προθυμίας καὶ ἅπαντι τῷ στρατῷ παρεκελεύετο γιγνώσκειν, ὡς ὁ παρὼν ἀγὼν οὐκ ἐπὶ σμικρῷ τινι χωρήσει, «ἀλλ' ἢ καθέξομεν,» ἔφη, «τὴν Ἰταλίαν, οὗ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὔκουν τόδε ἡμᾶς, ὦ γενναῖοι, ἀντ' ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους ἀπόνασθαι ὧν ἐφιέμεθα.» 2 Βου τιλῖνος μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει, οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι καὶ τὰ ὅπλα, ὥς πη ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο πολλοί, ὡδὶ δὲ τὰ ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο, καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. 3 λιτὴ γὰρ τοῦδε τοῦ ἔθνους ἡ ὅπλισις καὶ οἵα οὐ τεχνιτῶν δεῖσθαι ποι κίλων ἢ μόνον ὑπ' αὐτῶν οἶμαι τῶν χρωμένων διακοσμεῖσθαι, εἰ καί τι διαφθαρείη. θωράκων μὲν γὰρ καὶ κνημίδων ἀγνῶτες τυγχάνουσιν ὄντες, τὰς δὲ κεφαλὰς οἱ μὲν πλεῖστοι ἀσκεπεῖς ἔχουσιν, ὀλίγοι δὲ καὶ κράνη ἀναδούμενοι μάχονται· γυμνοὶ δὲ τὰ στέρνα εἰσὶ καὶ τὰ νῶτα μέχρι τῆς ὀσφύος· ἐνταῦθα δὲ ἀναξυρίδας, οἱ μὲν λινᾶς, οἱ δὲ καὶ σκυτίνας διαζωννύμενοι τοῖς σκέλεσι περιαμπίσχονται. 4 ἵπποις δὲ ἥκιστα χρῶνται, πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρο φόν τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ μηρῷ καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ πελέκεις γὰρ ἀμφιστό μους καὶ τοὺς ἄγγωνας, οἷς δὴ καὶ τὰ πλεῖστα κατεργάζονται. 5 εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρά, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ἄγαν μεγάλα, ἀλλ' ὅσον ἀκοντίζεσθαί τε, εἴ που δεήσοι, καὶ ἐς τὰς ἀγχεμάχους παρα τάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι. τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται, ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου καὶ μόλις ὅλον τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμ πύλαι τινὲς ἀκίδες ἐξέχουσιν ἑκατέρωθεν ἐξ αὐτῆς δήπου τῆς ἐπιδο ρατίδος, ὥσπερ ἄγκιστρα ὑπογναμπτόμενα, καὶ ἐς τὰ κάτω νενεύ κασι. 6 καὶ οὖν ἀφίησι τυχὸν ἐν συμπλοκῇ τοῦτον δὴ τὸν ἄγγωνα Φράγγος ἀνήρ· καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν, εἰσδύεται μὲν εἴσω, ὥσπερ εἰκός, ἡ αἰχμή, οὔτε δὲ αὐτὸν τὸν βληθέντα οὔτε ἄλλον τινὰ 47 ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴργουσι γὰρ αἱ ἀκίδες